Παρασκευή 24 Ιανουαρίου 2014

ΛΟΓΟΙ ΑΓ ΓΡΗΓΟΡΙΟΥ ΘΕΟΛΟΓΟΥ

ΛΟΓΟΣ 5.

Κατὰ Ἰουλιανοῦ βασιλέως στηλιτευτικὸς δεύτερος.

1. Οὗτος μὲν δὴ τῶν ἐμῶν λόγων ὁ πρῶτος ἄεθλος ἐκτετέλεσται καὶ διήνυσται· καὶ γὰρ ἐπεδειξάμην ἱκανῶς τὴν τοῦ ἀνδρὸς κακοήθειαν ἐν οἷς ἔδρασέ τε καθ᾿ ἡμῶν, καὶ οἷς ἔμελλεν, ἀεί τι τῶν παρόντων ἐπινοῶν βαρύτερον. Νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὐκ οἶδ᾿ εἴ τις βέβληκεν, ἤδη τοῦ λόγου προστησόμεθα, Θεῷ τε ἱερώτερον, καὶ ἡμῖν ἡδίω, καὶ τοῖς ἔπειτα χρησιμώτερον· τοῖς εἰρημένοις προσθεῖναι τὰ δίκαια τοῦ Θεοῦ σταθμία, καὶ οἷς ἀντιταλαντεύεται πονηρία, τοῖς μὲν αὐτόθεν ἀπαντῶσα, τοῖς δὲ καὶ μικρὸν ὕστερον· ὅπως ἂν, οἶμαι, τῷ τεχνίτῃ Λόγῳ δοκῇ, καὶ ταμίᾳ τῶν ἡμετέρων· ὃς οἶδε συμφορὰν μὲν ἐπικόπτειν ἐλέῳ, θράσος δὲ ἀτιμίᾳ σωφρονίζειν καὶ μάστιξιν, οἷς αὐτὸς ἐπίσταται μέτροις παιδεύσεως.
2. Νόσους μὲν δὴ τῶν ἀσεβῶν ἐνδίκους, καὶ ῥήξεις οὐκ ἀφανεῖς, καὶ πολυτρόπους ἄλλας πληγὰς καὶ μάστιγας οἷς τετολμήκασι παραπλησίας, καὶ θανάτους οὐ κατὰ τὸ εἰωθὸς χωρήσαντας, καὶ τὰς ἐν αὐτοῖς τοῖς δεινοῖς ἐξαγορεύσεις, καὶ ἀνονήτους μεταμελείας, τάς τε δι᾿ ὀνειράτων παιδεύσεις, καὶ τὰ καθ᾿ ὕπαρ φαντάσματα, τίς ἂν ἀξίως ἐκτραγῳδήσειεν· ὅσα τε ἢ περὶ τοὺς θείους οἴκους παρανομήσασιν, ἢ περὶ τὰς ἱερὰς τραπέζας ἐξυβρίσασιν, ἢ περὶ τοὺς μυστικοὺς κρατῆρας μανεῖσιν, ἢ τῶν σωμάτων ἡμῶν ἀνέδην ἐμφορουμένοις, ἢ τἄλλα πάντα ὅσα τετολμήκασι, νεανιευσαμένοις αὐτοῖς ἀπήντησε, τῆς τοῦ Θεοῦ κατὰ τῶν τοιούτων ὀργῆς ἐναργῆ καὶ φανερὰ γνωρίσματα; Ταῦτα μὲν οὖν ἑκὼν ὑπερβήσομαι, οὐκ ἀπιστῶν τοῖς ὁρωμένοις, καὶ λεγομένοις, οὐδὲ αὐτομάτῳ τινὶ φορᾷ καὶ συντυχίᾳ διδοὺς τὰ συμβαίνοντα, κατὰ τοὺς εἰκῆ τὰ τοιαῦτα ὑπολαμβάνοντας, ἀλλ᾿ ἵνα μὴ περὶ τὰ μικρὰ διατρίβειν δόξω, παρεὶς τὰ μείζω καὶ ὀνομαστότερα· τὸ δ᾿ οὖν περιβόητον πᾶσι θαῦμα, καὶ οὐδὲ τοῖς ἀθέοις αὐτοῖς ἀπιστούμενον λέξων ἔρχομαι.
3. Ἐμαίνετο καθ᾿ ἡμῶν ἀεί τι πλέον, ὥσπερ κύμασιν ἐπεγείρων κύματα, ὁ καθ᾿ ἑαυτοῦ πρῶτον μανεὶς καὶ πατήσας τὰ ἅγια, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας. Ἱεροβοὰμ εἰπεῖν οἰκειότερον, ἢ Ἀχαὰβ τὸν Ἰσραηλίτην, τοὺς παρανομωτάτους, ἢ Φαραὼ τὸν Αἰγύπτιον, ἢ Ναβουχοδονόσορ τὸν Ἀςσύριον, ἢ ταῦτα πάντα συνελόντες, ἕνα καὶ τὸν αὐτὸν ὀνομάσομεν· ἐπεὶ καὶ τὰς πάντων κακίας εἰς ἑαυτὸν συλλεξάμενος φαίνεται, Ἱεροβοὰμ τὴν ἀποστασίαν, Ἀχαὰβ τὴν μιαιφονίαν, Φαραὼ τὴν σκληρότητα, Ναβουχοδονόσορ τὴν ἱεροσυλίαν, πάντων ὁμοῦ τὴν ἀσέβειαν. Ἐπεὶ δὲ πάντα διεξελθὼν τἆλλα, καὶ πᾶν εἶδος τῆς καθ᾿ ἡμῶν τυραννίδος, ὡς μικρόν τι καὶ ἀγεννὲς ἀτιμάσας (οὐ γὰρ ἐγένετο ποριμωτέρα φύσις ἐκείνης εἰς κακῶν εὕρεσιν καὶ ἐπίνοιαν), τέλος ἐπαφῆκε καὶ τὸ Ἰουδαίων φῦλον ἡμῖν τὴν παλαιάν τε αὐτῶν κουφότητα, καὶ τὸ καθ᾿ ἡμῶν ἄνωθεν ὑποσμυχόμενον ἐν αὐτοῖς μῖσος συνεργὸν λαβὼν τοῦ τεχνάσματος, ἐπιθειάζων τε δῆθεν ἐκ τῶν παρ᾿ αὐτοῖς βίβλων καὶ ἀποῤῥήτων, ὡς νῦν αὐτοῖς ἀποκείμενον εἴη κατελθεῖν εἰς τὴν ἑαυτῶν, καὶ τὸν νεὼν ἀναδείμασθαι, καὶ τῶν πατρίων τὸ κράτος ἀνανεώσασθαι, καὶ ἀποκρυπτόμενος εὐνοίας πλάσματι τὴν ἐπίνοιαν.
4. Ἐπεὶ δὲ ταῦτα καὶ διενοήθη καὶ ἔπεισεν (εὔκολον γὰρ εἰς ἀπάτην τὸ πρὸς ἡδονὴν ἅπαν), οἱ μὲν ὡς ἀναστήσοντες διενοοῦντο τὸ ἱερὸν, καὶ χειρὶ πολλῇ καὶ προθυμίᾳ περὶ τὸ ἔργον ἐταλαιπώρουν· φασί γέ τοι καὶ τὰς γυναῖκας αὐτῶν οἱ τὰ ἐκείνων θαυμάζοντες, οὐ μόνον ἅπαντας τοὺς περὶ τὸ σῶμα κόσμους περιελομένας ἑτοίμως συνεισφέρειν τῷ ἔργῳ καὶ τοῖς πονουμένοις, ἀλλὰ καὶ τοῖς κόλποις τὸν χοῦν ἐκφερούσας, καὶ οὔτε πολυτελοῦς ἐσθῆτος, οὔτε μελῶν ἁπαλότητος φειδομένας, εὐσεβεῖν οἴεσθαι καὶ πάντα ἐλάττω νομίζειν τοῦ ἐγχειρήματος. Ὡς δὲ ὑπὸ ἀγρίας λαίλαπος καὶ βρασμοῦ γῆς ἄφνω συνελαθέντες, ἐπί τι τῶν πλησίον ἱερῶν, οἱ μὲν ὡς ἱκετεύσοντες, ὥρμησαν, οἱ δὲ, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, τῷ παρόντι χρώμενοι πρὸς βοήθειαν, οἱ δὲ ἄλλως τῇ ταραχῇ συμφερόμενοι, καὶ τοῖς θέουσι συνεισπίπτοντες. Εἰσὶ μὲν οἳ λέγουσιν, ὡς οὐδὲ τὸ ἱερὸν αὐτοὺς προσεδέξατο, ἀλλ᾿ ἀναπεπταμέναις προσελθόντες ταῖς πύλαις, ἐπικλεισθείσαις ἐνέτυχον ἔκ τινος ἀοράτου καὶ ἀφανοῦς δυνάμεως, ἣ τὰ τοιαῦτα τερατουργεῖ πρὸς τὴν τῶν ἀσεβῶν κατάπληξιν, καὶ τῶν εὐσεβῶν ἀσφάλειαν· ὃ δὲ ἅπαντες ἤδη καὶ λέγουσι καὶ πιστεύουσιν, ὅτι βιαζομένους αὐτοὺς καὶ φιλονεικοῦντας περὶ τὴν εἴσοδον, πῦρ ἔστησεν ἀπαντῆσαν ἐκ τοῦ ἱεροῦ, καὶ τοὺς μὲν κατέφλεξε καὶ ἀνήλωσεν (ὡς ὅμοιόν τι περὶ αὐτοὺς συμβῆναι τοῖς Σοδομιτῶν πάθεσιν, ἢ τῷ περὶ Νάδαβ καὶ Ἀβιοὺδ θαύματι ξένως καὶ θυμιάσασι καὶ κινδυνεύσασ)ι, τοὺς δὲ τῶν καιρίων ἀκρωτηριάσαν, στήλην ἀφῆκεν ἔμψυχον τῆς τοῦ Θεοῦ κατὰ τῶν ἁμαρτωλῶν ἀπειλῆς καὶ κινήσεως. Τοῦτο μὲν δὴ τοιοῦτο, καὶ ἀπιστείτω μηδεὶς, ὅτι μηδὲ ταῖς ἄλλαις τοῦ Θεοῦ δυνάμεσιν· ὃ δὲ ἔτι τούτου παραδοξότερον καὶ περιφανέστερον, ἔστη φῶς ἐν τῷ οὐρανῷ τὸν σταυρὸν περιγράφον, καὶ τὸ πρότερον ἐπὶ γῆς ἀτιμαζόμενον τοῖς ἀθέοις καὶ σχῆμα καὶ ὄνομα νῦν ἐν οὐρανῷ δείκνυται πᾶσιν ἐπίσης, καὶ γίνεται τρόπαιον τῷ Θεῷ τῆς κατὰ τῶν ἀσεβῶν νίκης, τροπαίου παντὸς ὑψηλότερον.
5. Πρὸς ταῦτα τί φήσουσιν οἱ τοῦ αἰῶνος τούτου σοφοὶ, καὶ τὰ παρ᾿ αὐτοῖς ἀποσεμνύνοντες, οἱ τὰς βαθείας ὑπήνας ἕλκοντες, καὶ τὸ κομψὸν περισύροντες ἡμῖν τριβώνιον; ἀντιδιήγησαί μοι καὶ σὺ τὰ σὰ, ὁ τοὺς μακροὺς λόγους γράφων, καὶ τὰς ἀπίστους συντιθεὶς ἱστορίας, καὶ κεχηνὼς πρὸς τὰ ἄνω, καὶ τῶν οὐρανίων καταψευδόμενος, καὶ πλέκων ἐκ τῆς τῶν ἀστέρων κινήσεως τὰς γενέσεις καὶ τὰ συμβαίνοντα; Λέγε μοι καὶ σὺ τοὺς σοὺς ἀστέρας, τὸν Ἀριάδνης στέφανον, καὶ τὸν Βερενίκης πλόκαμον, καὶ τὸν ἀσελγῆ Κύκνον, καὶ τὸν ὑβριστὴν Ταῦρον· εἰ δὲ βούλει, τὸν Ὀφιοῦχόν σου, καὶ τὸν Αἰγόκερω, καὶ τὸν Λέοντα, ἄλλους τε ὅσους ἐπὶ τῷ κακῷ γνωρίσας, ἢ θεοὺς ἢ ἀστέρας ἐποίησας. Ποῦ σὺ τοῦτον ἔχεις τὸν κύκλον ἐν τοῖς σοῖς μαθήμασι; Ποῦ δὲ τὸν ἐπὶ Βηθλεὲμ δραμόντα πρότερον ἐκ τῆς ἑῴας ἀστέρα, τὸν ὁδηγὸν τῶν σῶν Μάγων καὶ πρόξενον; Ἔχω τι κἀγὼ λέγειν ἐκ τῶν οὐρανίων· ἐκεῖνος τὴν Χριστοῦ παρουσίαν ἀνεδήλωσεν ὁ ἀστήρ· οὗτος τῆς Χριστοῦ νίκης ὁ στέφανος.
6. Ταῦτα μὲν ἐκ τῶν οὐρανίων καὶ τῶν ἄνω συμπασχόντων τοῖς ἡμετέροις, κατὰ τὴν μεγάλην τοῦ παντὸς ἁρμονίαν τε καὶ οἰκείωσιν· τὰ δὲ ἑξῆς ὁ ψαλμὸς συμπληρούτω μοι· ὅτι Καὶ πόλεις καθεῖλες (ὡς τὰς παλαιὰς ἐκείνας ἐπὶ τοῖς αὐτοῖς ἀσεβήμασιν), ἐν αὐταῖς ταῖς καθ᾿ ἡμῶν παρανομίαις, τὰς μὲν πελάγεσιν ἐπικλυσθείσας, τὰς δὲ σεισμῷ κατενεχθείσας, ὡς μικροῦ καὶ τὸ λειπόμενον ἔχειν εἰπεῖν, ὅτι Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ᾿ ἤχου καὶ περιβοήτου τῆς ἀπωλείας· τοσαύτη γὰρ αὐτῶν ἡ πτῶσις, καὶ τοιοῦτο τὸ σύντριμμα, καὶ τῶν ἐκ γειτόνων, καὶ μάλιστα τῇ ἀσεβείᾳ περιχαιρόντων, ὡς πολλοῦ χρόνου δεῖν αὐταῖς, εἴ τις ἄρα καὶ τολμήσειε τοῦτο πρὸς ἐπανόρθωσιν.
7. Ἆρ᾿ οὖν γῆ μὲν οὕτω καὶ οὐρανός· ἀὴρ δὲ οὐκ ἐπισημαίνει τοῖς τοιούτοις καιροῖς, οὐδὲ ἡγιάσθη τότε τοῖς σημείοις τοῦ πάθους; Ἐπιδειξάτωσαν ἔτι καὶ νῦν τὰς ἐσθῆτας, οἱ τοῦ θαύματος ἐκείνου θεαταὶ καὶ μύσται, τὰς τότε κατασημανθείσας τοῖς τοῦ σταυροῦ στίγμασιν. Ὁμοῦ τε γὰρ ταῦτα διηγεῖτό τις, εἴτ᾿ οὖν τῶν ἡμετέρων, εἴτ᾿ οὖν τῶν ἔξωθεν, ἢ διηγουμένων ἤκουε, καὶ τὸ θαῦμα ἑώρα παρ᾿ ἑαυτῷ, ἢ τῷ πλησίον γινόμενον, κατάστερος ὤν, ἢ ἐκεῖνον ὁρῶν τοιοῦτον ἐν τοῖς ἐσθήμασι, πάσης ἱστουργικῆς ψηφῖδος ἢ περιέργου ζωγραφίας ποικιλώτερον. Ἐκ τούτου τί γίνεται; Τοσαύτη τῶν ὁρωμένων κατάπληξις, ὡς μικροῦ μὲν ἅπαντας ὥσπερ ἐξ ἑνὸς συνθήματος καὶ μιᾶς φωνῆς τὸν τῶν Χριστιανῶν ἀνακαλεῖσθαι Θεὸν, εὐφημίαις τε πολλαῖς καὶ ἱκεσίαις αὐτὸν ἐξιλάσκεσθαι· πολλοὺς δὲ οὐκ εἰς ἀναβολὰς, ἀλλὰ παρ᾿ αὐτὰ τῶν συμβάντων προσδραμόντας τοῖς ἱερεῦσιν ἡμῶν, καὶ πολλὰ καταδεηθέντας τῆς τε Ἐκκλησίας γενέσθαι μέρος, καὶ μυηθῆναι τὰ τελεώτερα, τῷ ἱερῷ καθαγνισθέντας βαπτίσματι, καὶ διὰ τὸν φόβον ὠφεληθέντας.
8. Εἶχε μὲν οὖν οὕτω ταῦτα· ὁ δὲ, ταῖς κατὰ μικρὸν μανίαις οἰστρηλατούμενος καὶ δονούμενος, ἐπὶ αὐτὸ τὸ κεφάλαιον ἀπαντᾷ τῶν ἑαυτοῦ συμφορῶν. Ὡς γὰρ κατὰ νοῦν ἔχειν αὐτῷ τὰ Χριστιανῶν ᾤετο, καὶ οἷς ἤδη κατείργαστο, τὸ καὶ πᾶν ἁλωτὸν εἶναι θελήσαντι μόνον ἐλπίσας, καί τινα κατὰ τῶν ἑσπερίων βαρβάρων εὐημερίαν ἁρπάσας, μίαν βουλεύεται ταύτην βουλὴν συνετωτάτην τε καὶ φιλανθρωποτάτην. Ἄρας διττὸν ἐνθένδε στρατὸν, τὸν μὲν ὁπλιτῶν, τὸν δὲ τῶν ἀγόντων αὐτὸν δαιμόνων, ᾧ καὶ μᾶλλον εἶχε θαῤῥεῖν, ἐπὶ Πέρσας στρατεύει, θράσους ἀλογίᾳ μᾶλλον ἢ ῥώμης ἀσφαλείᾳ πιστεύσας· καὶ οὐδ᾿ ἐκεῖνο συνιδεῖν δυνηθεὶς ὁ σοφώτατος, ὅτι θάρσος καὶ θράσος, κἂν εἰ τοῖς ὀνόμασι πλησιάζοι, πλεῖστον ἀλλήλων τῇ δυνάμει κεχώρισται, ἀνδρίᾳ τε ἣν φαμὲν καὶ ἀνανδρίᾳ. Τὸ μὲν γὰρ ἐν τοῖς τολμητέοις θαῤῥεῖν ἀνδρίας ἐστὶν, ὥσπερ τὸ ὑφίεσθαι δειλίας· οὗ δὲ πλείων ὁ κίνδυνος, ὁμόσε χωρεῖν καὶ ὠθίζεσθαι, ἀλλὰ μὴ κατέχεσθαι, θράσους, ὥσπερ τὸ ὑποχωρεῖν ἀσφαλείας. Καὶ οὐ τοῦ αὐτοῦ λόγου θετέον φυλάξαι τὰ ὄντα, καὶ τῶν οὐκ ὄντων τι προσλαβεῖν· τὸ μὲν γὰρ μάλιστα καὶ πρῶτον τοῖς νοῦν ἔχουσι τιμητέον· τὸ δὲ, ἂν μὲν ὑπάρχῃ μετὰ ῥᾳστώνης, δεκτέον· ἂν δὲ ἀντιπίπτῃ, περιοπτέον. Ὁ δὲ ὑπὲρ τοῦ κτήσασθαί τι τῶν ἐλπιζομένων πᾶσι τοῖς ὑπάρχουσι κινδυνεύων λίαν ἀνόητος. Καί μοι προσεοικέναι δοκεῖ πύκτῃ κακῷ τὴν τέχνην, πρὶν τὴν στάσιν εὖ θέσθαι, προβαλλομένῳ· ἢ κυβερνήτῃ λελυμένης αὐτῷ τῆς νηὸς, καὶ οὐ πλοΐμως ἐχούσης, ναῦν καταδύοντι πολεμίαν, ἢ καταδύειν ἐσπουδακότι. Ὧν μοι δοκεῖ μηδὲν ἐκεῖνος ἐνθυμηθεὶς, ἐγχειρεῖν ἀπερισκέπτως τοῖς ἐγνωσμένοις, ἔτι τῶν Ῥωμαικῶν ὠδινόντων αὐτῷ, καὶ κακῶς διακειμένων τῷ διωγμῷ μάλιστα, τὴν ἀλλοτρίαν περινοῶν· καὶ Σαλμωνεὺς εἶναί τις ἐκ βύρσης βροντῶν, πρὸς τοὺς Τραιανοὺς βλέπων ἐκείνους καὶ τοὺς Ἀδριανοὺς, ὧν οὐχ ἧττον τῆς ἀνδρείας τὸ ἀσφαλὲς ἐθαυμάζετο. Τὸν Κάρον δὲ οὐκ ἐνενόει ἐκεῖνον, οὐδὲ τὸν Οὐαλεριανὸν, οἳ δίκας ἔδοσαν ὁρμῆς ἀλογίστου, ἵν᾿, ὅ φησιν ἡ τραγῳδία, μὴ ὀνειδίζω τὰς τύχας, ἐν Περσῶν ὅροις, ἐν ἀκμῇ τῆς εὐτυχίας καταλυθέντες.
9. Ἀλλ᾿ οὖν ἔδοξε ταῦτα, καὶ τῆς ὁρμῆς ἦν πᾶσαν μαντείας καὶ γοητείας, ῥητῆς τε καὶ ἀῤῥήτου θυσίας τερατείαν εἰς ἑν ἀγαγὼν, ἵν᾿ ἐν βραχεῖ πᾶσα καταλυθῇ. Καὶ τὸ καλλιέρημα ὡς μέγα καὶ ὑπερφυὲς, ὦ Χριστὲ, καὶ Λόγε, καὶ πάθη τοῦ ἀπαθοῦς, καὶ κόσμου παντὸς μυστήριον! ὅλον τὸ Χριστιανῶν γένος παραστῆναι τοῖς δαίμοσιν, εἰ τοῦ προκειμένου κρατήσειε. Τὰ μὲν οὖν πρῶτα τῆς ἐγχειρήσεως αὐτῷ, καὶ λίαν νεανικὰ, καὶ πολλοῖς τῶν τὰ ἐκείνου φρονούντων περιβοώμενα ταῦτα. Τὴν γὰρ τῶν Ἀσσυρίων ὅσην διαῤῥέων ὁ Εὐφράτης, καὶ τὴν Περσίδα παραμειβόμενος, ἐκεῖσε τῷ Τίγριδι μίγνυται, ταύτην ἑλὼν καὶ τεμὼν, καί τινα τῶν φρουρίων ἐξελὼν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν, εἴτ᾿ οὖν λαθὼν διὰ τὸ τῆς ἐφόδου τάχος, εἴτε ὑπὸ Περσῶν οὕτω στρατηγούμενος, καὶ κατὰ μικρὸν ὑπαγόμενος εἰς τοὔμπροσθεν (λέγεται γὰρ ἀμφότερ)α, οὕτω γοῦν προιὼν, καὶ τῷ στρατῷ παραπορευομένῳ, καὶ ταῖς ναυσὶ διὰ τοῦ ποταμοῦ σιτηγούσαις τε καὶ σκευαγωγούσαις, οὐ μικρὸν, τὸ ἐν μέσῳ, καὶ Κτησιφῶντι προσβάλλει· ἧς καὶ τὸ πλησίον γενέσθαι νίκης μέρος αὐτῷ διὰ τὸν πόθον ἐνομίζετο.
10. Ἐντεῦθεν δὲ ἤδη, ὥσπερ ψάμμου ποδῶν ὑποσπασθείσης, ἢ νηῒ ζάλης ἀντιπεσούσης, εἰς τοὐπίσω χωρεῖ τὰ πράγματα. Ἡ γὰρ Κτησιφῶν φρούριόν ἐστι καρτερὸν καὶ δυσάλωτον, τείχει τε ὀπτῆς πλίνθου, καὶ τάφρῳ βαθείᾳ, καὶ τοῖς ἐκ τοῦ ποταμοῦ τενάγεσιν ὠχυρωμένη. Ποιεῖ δὲ αὐτὴν ὀχυροτέραν καὶ φρούριον ἕτερον, ᾧ προσηγορία Κωχὴ, μετὰ τῆς ἴσης ἀσφαλείας συγκείμενον, ὅση τε φυσικὴ καὶ ὅση χειροποίητος, τοσοῦτον ἑνούμενον, ὡς μίαν πόλιν δοκεῖν ἀμφοτέρας, τῷ ποταμῷ μέσῳ διειργομένας ταύτας· οὔτε γὰρ ἐξελεῖν οἷον τε ἦν ἐξ ἐπιδρομῆς ἀθρόας, ἢ πολιορκίᾳ παραστήσασθαι, οὔτε διεξελάσαι καὶ τῷ ναυτικῷ μάλιστα (κινδυνεῦσαι γὰρ ἂν ἐξ ὑπερδεξίων, ἀμφοτέρωθεν βαλλόμενον, καὶ εἰργόμενον), κατόπιν ἑαυτοῦ ποιεῖται, καὶ ποιεῖται τὸν τρόπον τοῦτον. Τοῦ Εὐφράτου ποταμῶν ὄντος μεγίστου μέρος οὐκ ἐλάχιστον ἀποῤῥήξας, καὶ περιαγαγὼν, ὅσον ναυσὶν εἶναι πλόιμον ἐκ διώρυγος (ἧς καὶ ἀρχαῖά φασιν ἴχνη φαίνεσθα)ι, καὶ ταύτῃ τῷ Τίγριδι συμβαλὼν μικρὸν ἔμπροσθεν, οὕτω διασώζει τὰς ναῦς ἐκ τοῦ ποταμοῦ τῷ ποταμῷ δοθείσας ἐν ἀσφαλείᾳ. Ὧδε μὲν οὖν τὸν ἐκ τῶν φρουρίων τούτων διαδιδράσκει κίνδυνον. Ὡς δὲ προιόντι Περσικὴ δύναμις παραφανεῖσα, καὶ ἀεί τις τῇ οὔσῃ προσγινομένη, κατὰ μετώπου μὲν ἵστασθαι, καὶ διακινδυνεύειν οὐκ ᾤετο δεῖν δίχα μεγάλης ἀνάγκης, ἐνὸν ἐκ περιουσίας κρατεῖν· ἐκ δὲ τῶν λόγων καὶ τῶν στενῶν ᾗ παρείκοι, βάλλουσα καὶ τοξεύουσα, καὶ τὰ καίρια τῆς διόδου προκαταλαμβάνουσα, ῥᾳδίως εἶργε τοῦ πρόσω· τηνικαῦτα ἐν ἀπορίᾳ τε ἦν ἤδη πολλῇ, καὶ οὐκ ἔχων ὅπη τράπηται λύσιν εὑρίσκει πονηρὰν τοῦ βουλεύματος.
11. Ἀνὴρ γάρ τις τῶν οὐκ ἀδοκίμων ἐν Πέρσαις, τὸν ἐπὶ Βαβυλῶνι πρὸς Κῦρον Ζώπυρον μιμησάμενος, ὡς δή τι τῷ Περσῶν βασιλεῖ, μᾶλλον δὲ μέγιστα καὶ ἐπὶ μεγίστοις προσκεκρουκὼς, καὶ δύσνους μὲν τοῖς ἐκείνου μάλιστα, εὔνους δὲ τοῖς Ῥωμαίων πράγμασι διὰ τοῦτο τυγχάνων, καὶ τὸ πιστεύεσθαι λαβὼν ἐκ τοῦ πλάσματος· Τί ταῦτα, φησὶν, ὦ βασιλεῦ; Πῶς οὕτω σαθρῶς περὶ τοσούτου βουλεύεσθε πράγματος; Τίς ὁ νηΐτης οὗτός σοι σῖτος καὶ ὁ περιττὸς φόρτος, ὁ τῆς ἀνανδρίας διδάσκαλος; Οὐδὲν γὰρ οὕτω δύσμαχον καὶ φιλόνεικον, ὡς γαστὴρ, καὶ τὸ ἐν χερσὶν ἔχειν τὴν σωτηρίαν. Ἀλλ᾿ εἴ τι ἐμοὶ πείθῃ, τὸ μὲν ναυτικὸν τοῦτο χαίρειν ἐάσεις, καὶ τὴν ἑπομένην ἔκλυσιν τῷ γενναίῳ τούτῳ στρατῷ· αὐτὸς δὲ δι᾿ ἄλλης ὁδοῦ εὐπορωτέρας τε καὶ ἀσφαλεστέρας, ἧς ἐγώ σοι καθηγητὴς (ἔμπειρος δὲ εἴ τις ἄλλος φημὶ τῆς χώρας εἶναι τῆς Περσικῆς), ἐμβαλεῖς τε εἰς τὴν πολεμίαν, καὶ τῶν κατὰ γνώμην τυχὼν ἐπανήξεις· ἡμᾶς δὲ τηνικαῦτα εὖ ποιήσεις, ἡνίκα ἂν ἔργῳ πεῖραν λάβῃς τῆς ἡμετέρας εὐνοίας καὶ παραινέσεως.
12. Ὡς δὲ εἶπε ταῦτα, καὶ εἰπὼν ἔπεισεν, εὔπιστον γὰρ ἡ κουφότης, καὶ τοῦ Θεοῦ μάλιστα συνελαύνοντος, ἅπαντα ἦν ὁμοῦ τὰ δεινά· τὰς μὲν ναῦς εἶχε τὸ πῦρ, καὶ ὁ σῖτος οὐκ ἦν, καὶ προσῆν ὁ γέλως· αὐτόχειρ γὰρ ἡ σφαγὴ σχεδόν· τὰ δὲ τῶν ἐλπίδων φροῦδα, καὶ ὁ ὁδηγὸς συναπῆλθε ταῖς ὑποσχέσεσιν. Ἐν κύκλῳ δὲ οἱ πολέμιοι, καὶ περιῤῥέων ὁ πόλεμος· ἥ τε πρόοδος οὐ ῥᾳδία, ἡ τροφὴ δὲ οὐκ εὔπορος· ἐν ἀθυμίῃ δὲ ὁ στρατὸς, καὶ δι᾿ ὀργῆς εἶχον τὸν βασιλέα· ἐλείπετο δὲ χρηστῆς ἐλπίδος οὐδέν· μία δὲ ὡς ἐν τοῖς παροῦσιν ἐδόκει μόνη, τῆς πονηρᾶς ἀπαλλαγῆναι βασιλείας καὶ στρατηγίας.
13. Τὰ μὲν δὴ μέχρι τούτου τοιαύτα· τὰ δὲ ἐντεῦθεν οὐχ εἷς λέγεται λόγος, ἄλλος δὲ ἄλλῳ συμφέρεται καὶ συντίθεται, τῶν τε παρόντων ὁμοίως τῇ μάχῃ· καὶ τῶν ἀπόντων. Οἱ μὲν γὰρ ὑπὸ Περσῶν αὐτὸν κατηκοντίσθαι φασὶν ἀτάκτοις ἐκδρομαῖς χρώμενον, καὶ ἄττοντα τῇδε κἀκεῖσε σὺν ἐμπληξίᾳ· καὶ ὅμοιόν τι περὶ αὐτὸν συμβῆναι τῷ Κύρου τοῦ Παρυσάτιδος, ὃς, τοῖς μυρίοις συνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην, καὶ νεανικῶς μαχόμενος, θράσει τὴν νίκην διέφθειρεν· οἱ δὲ τοιοῦτόν τινα ἐπ᾿ αὐτῷ διηγοῦνται λόγον· Ἐπί τινα λόφον τῶν ὑψηλῶν ἀνελθὼν, ὡς ἐκ περιωπῆς τὸν στρατὸν ὄψει λαβεῖν, καὶ ὅσος ὑπελείφθη τῷ πολέμῳ μαθεῖν, ἐπειδή οἱ φανῆναι πολὺ τὸ πλῆθος, καὶ τῆς ἐλπίδος ἀφθονώτερον· Ὡς δεινὸν, εἰπεῖν, εἰ πάντας τῇ Ῥωμαίων γῇ τούτους ἐπανάξομεν· ὡς ἄν τις βασκαίνων αὐτοῖς τῆς σωτηρίας. Ἐφ᾿ ᾧ τινα τῶν στρατιωτῶν χαλεπῄναντα, καὶ οὐ κατασχόντα τὴν ὀργὴν, ὦσαι κατὰ τῶν σπλάγχνων, ἀλογήσαντα τῆς ἑαυτοῦ σωτηρίας. Ὡς δὲ ἄλλοι, τῶν γελοιαστῶν βαρβάρων τινὰ τοῦτο τολμῆσαι (οἳ τοῖς στρατιώταις ἕπονται, λύπης τε ψυχαγωγία καὶ πότοις ἥδυσμ)α. Εἰσὶ δὲ οἳ καὶ Σαρακηνῶν τινι τὸ κλέος τοῦτο διδόασι. Πλὴν δέχεται πληγὴν καιρίαν ὄντως, καὶ παντὶ τῷ κόσμῳ σωτήριον, καὶ μιᾷ τομῇ σφαγέως, πολλῶν σπλάγχνων ἀπαιτεῖται δίκην κακῶς πιστευθέντων. Ὃ καὶ θαυμάζω, πῶς, πάντα γινώσκειν ὁ μάταιος ἐντεῦθεν οἰόμενος, ἑν τοῦτο τὴν κατὰ τῶν ἑαυτοῦ σπλάγχνων πληγὴν ἠγνόησεν.
14. Ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν τοῦ ἀνδρὸς, μεγίστην τῆς ἐκείνου κακοδαιμονίας ἐπὶ πολλοῖς ἔχον ἀπόδειξιν. Ἔκειτο μὲν ἐπὶ τῇ ὄχθῃ τοῦ ποταμοῦ, καὶ πονηρῶς εἶχε τοῦ τραύματος· πολλοὺς δὲ εἰδὼς τῶν πρὸ αὐτοῦ δόξης ἠξιωμένων, ὡς ἂν ὑπὲρ ἄνθρωπον νομισθεῖεν, τέχναις τισὶν ἐξ ἀνθρώπων ἀφανισθέντας, καὶ διὰ τοῦτο θεοὺς νομισθέντας ἔρωτι τῆς αὐτῆς δόξης ἑαλωκὼς, καὶ ἅμα τῷ τρόπῳ τῆς τελευτῆς διὰ τὸ τῆς ἀβουλίας ἄδοξον αἰσχυνόμενος, τί μηχανᾶται, καὶ τί ποιεῖ; οὐδὲ γὰρ τῷ βίῳ συναναλίσκεται πονηρία· ῥίψαι κατὰ τοῦ ποταμοῦ πειρᾶται τὸ σῶμα, καὶ πρὸς τοῦτο ἐχρῆτό τισι τῶν πιστῶν ἑαυτοῦ συνεργοῖς καὶ μύσταις τῶν ἀποῤῥήτων. Καὶ εἰ μὴ τῶν βασιλικῶν εὐνούχων τις, τὸ πρᾶγμα αἰσθόμενος, καὶ τοῖς ἄλλοις καταμηνύσας, μίσει τοῦ κακουργήματος τὴν ὁρμὴν διεκώλυσε, κἂν ἐφάνη τις ἄλλος τοῖς ἀνοήτοις θεὸς νέος ἐξ ἀτυχήματος. Ἀλλ᾿ ἐκεῖνος οὕτω μὲν βασιλεύσας, οὕτω δὲ στρατηγήσας, οὕτω καὶ καταλύει τὸν βίον.
15. Διαδεξάμενος δὲ τὴν βασιλείαν εὐθὺς μετ᾿ ἐκεῖνον, ὁ μετ᾿ ἐκεῖνον ἀναῤῥηθεὶς ἐν αὐτῷ τῷ στρατοπέδῳ, καὶ τῇ τῶν κινδύνων ἀκμῇ ἀναγκαίως ἐπιζητούσῃ τὸν ἡγησόμενον, ἀνὴρ ἐπιφανὴς τά τε ἄλλα καὶ τὴν εὐσέβειαν, καὶ τὸ εἶδος, ἀληθῶς τυραννίδος ἄξιος, τὸ μὲν εἰς χεῖρας ἰέναι Πέρσαις, ἢ προιέναι οὐδαμῶς οἷός τε ἦν, καίτοι γε ἀνδρείας καὶ προθυμίας οὐδὲν ἐλλείπων, τοῦ στρατοῦ παρεικότος τὰς χεῖρας καὶ τὰς ἐλπίδας, ἐζήτει δὲ τὴν ἀνάζευξιν· καὶ ὅπως ἂν ἀσφαλῶς τύχοι ταύτης ἐσκόπει, ὥσπερ οὐ βασιλείας, ἀλλ᾿ ἥττης γεγονὼς κληρονόμος. Εἰ μὲν οὖν μὴ Πέρσαι τῇ νίκῃ μετριάζοντες (καὶ γὰρ νόμος οὗτος αὐτοῖς εἰδέναι μετρεῖν εὐπραγίαν), ἤ τι δείσαντες ἄλλο τῶν λεγομένων, εἰς συμβάσεις ἐτράποντο, καὶ ταύτας ἀδοκήτους οὕτω καὶ φιλανθρώπους, οὐδὲν ἐκώλυε μηδὲ πυρφόρον, ὃ δή φασιν, ὑπολειφθῆναι τῷ στρατῷ· τοσοῦτον εἶχον αὐτοὺς οἱ Πέρσαι διὰ χειρὸς, ἐν γῇ τε ἰδίᾳ μαχόμενοι, καὶ προσεπηρμένοι τοῖς γεγονόσιν· ἱκανὸν γὰρ τό τι προσλαβεῖν εὐημερίας, καὶ πρὸς τὴν ἐλπίδα τοῦ μέλλοντος· νῦν δὲ ὁ μὲν, ὅπερ εἶπον, ἑνὸς ἦν τοῦ διασώσασθαι τὸν στρατὸν, καὶ τὰ νεῦρα Ῥωμαίοις ὑπολιπεῖν· νεῦρα γὰρ ἦσαν, καὶ εἰ κακῶς ἔπραξαν ἀβουλίᾳ μᾶλλον τοῦ στρατηγήσαντος ἢ σφῶν αὐτῶν ἀνανδρίᾳ. Οἱ δὲ ἐπὶ ταῖς συνθήκαις ταύταις συνέβησαν, ταῖς οὕτως αἰσχραῖς τε καὶ ἀναξίαις τῆς Ῥωμαίων χειρὸς, ἴν᾿ εἴπω τὸ συντομώτατον· ὧν εἴ τις, ἐκεῖνον ἀφεὶς τῆς αἰτίας, τοῦτον καταμέμφοιτο, λίαν ἐστὶν ἀγνώμων ἔμοιγε λογιστὴς τῶν τότε συμβεβηκότων. Οὐ γὰρ τοῦ ἀμήσαντος ὁ στάχυς, ἀλλὰ τοῦ σπείραντος· οὐδὲ τοῦ κατασβέσαι μὴ δυνηθέντος ὁ ἐμπρησμὸς, τοῦ δὲ ἀνάψαντος· καὶ τὸ τοῦ Ἡροδότου περὶ τῆς Σαμίων τυραννίδος καιρὸς εἰπεῖν, ὅτι Τοῦτο τὸ ὑπόδημα ἔῤῥαψε μὲν Ἱστιαῖος, ὑπεδύσατο δὲ Ἀρισταγόρας, ὁ τὰ τοῦ προειληφότος ὑποδεξάμενος.
16. Τί λοιπὸν ἦν ἢ τὸ σῶμα Ῥωμαίοις ἐπαναχθῆναι τοῦ δυσσεβοῦς, καίπερ οὕτω καταστρέψαντος; Ἐπεὶ δὲ καὶ ἡμῖν ἐστι νεκρὸς ὁ πρὸ αὐτοῦ καταλύσας τὸν βίον, ἴδωμεν κἀνταῦθα τοῖν βασιλέοιν ἀμφοῖν τὸ διάφορον, εἴ τι καὶ τοῦτο φέρει πρὸς εὐδαιμονίαν ἢ κακοδαιμονίαν τοῖς ἀπελθοῦσιν. Ὁ μέν γε παραπέμπεται πανδήμοις εὐφημίαις τε καὶ πομπαῖς, καὶ τούτοις δὴ τοῖς ἡμετέροις σεμνοῖς, ᾠδαῖς παννύχοις καὶ δᾳδουχίαις, αἷς Χριστιανοὶ τιμᾷν μετάστασιν εὐσεβῆ νομίζομεν· καὶ γίνεται πανήγυρις μετὰ πάθους ἡ ἐκκομιδὴ τοῦ σώματος. Εἰ δέ τῳ πιστὸς ὁ λόγος, καὶ τοῦτο διεδόθη ταῖς τῶν πολλῶν ἀκοαῖς, ὅτι, ἐπειδὴ τὸν Ταῦρον ὑπερβάλλοι τὸ σῶμα πρὸς τὴν πατρῴαν αὐτῷ πόλιν διασωζόμενον, ταύτην δὴ τὴν ὁμώνυμον ἐκείνοις καὶ μεγαλώνυμον, φωνή τις ἐκ τῶν ἄκρων ἔστιν οἷς ἐξηκούετο, οἷον ψαλλόντων τε καὶ παραπεμπόντων, ἀγγελικῶν οἶμαι δυνάμεων, γέρας τῆς εὐσεβείας ἐκείνῳ, καὶ ἀντίδοσις ἐπιτάφιος. Καὶ γὰρ εἰ τὴν ὀρθὴν δόξαν παρακινεῖν ἔδοξεν, ἀλλὰ καὶ τοῦτο τῆς τῶν ὑποδυναστευόντων σκαιότητος καὶ κακοδοξίας τὸ ἔγκλημα, οἳ, ἁπλῆν καὶ ἀπαγῆ εἰς εὐσέβειαν παραλαβόντες ψυχὴν, οὐ προορωμένην τὰ βάραθρα, ἀπήγαγον ᾗπερ ἐβούλοντο, καὶ προσχήματι ἀκριβείας τὸν ζῆλον κακίαν εἰργάσαντο.
17. Ἀλλ᾿ οὖν ἡμεῖς, τὸ κοινότερον, τόν τε πατέρα ἐννοοῦντες τὸν βαλόμενον τὴν κρηπίδα τῆς βασιλικῆς τῷ Χριστιανισμῷ δυναστείας καὶ πίστεως, καὶ τὸν εἰς αὐτὸν κατελθόντα κλῆρον τοῦ δόγματος, ἐγεραίρομεν τὰ εἰκότα τὸ σκῆνος τοῦ δικαίᾳ βασιλείᾳ συζήσαντος, καὶ τὸν βίον καταλύσαντος τῷ ὁσίῳ τέλει, καὶ τὸ κράτος ἡμῖν καταλείψαντος. Ὡς δὲ πλησιάζοι τῇ μεγάλῃ καὶ βασιλίδι πόλει, τί δεῖ λέγειν δορυφορίας τε τοῦ στρατοῦ παντὸς, καὶ τάξιν ἐνόπλιον, ὡς ζῶντι τῷ βασιλεῖ γινομένην, ἢ τῆς λαμπρᾶς πόλεως ἔκχυσιν, ὀνομαστοτάτην τῶν πώποτε γενομένων ἢ ἐσομένων; Ἀλλ᾿ ὁ θρασὺς καὶ γεννάδας ἐκεῖνος, καὶ νέᾳ τῇ πορφυρίδι καλλωπιζόμενος, καὶ διὰ τοῦτο, ὡς τὸ εἰκὸς, μέγα φρονῶν, μέρος γίνεται καὶ αὐτὸς ἐκείνῳ τῆς προπομπίου τιμῆς, τὴν αὐτὴν καὶ ἀντιδιδοὺς καὶ ἀντιλαμβάνων χάριν, τὸ μέν τι βιασθεὶς, τὸ δὲ ἑκὼν, ὡς λέγουσιν. Ὁ γὰρ στρατὸς ἅπας, εἰ καὶ τοῦ παρόντος ἥττητο κράτους, ἀλλ᾿ οὖν πλεῖον τῷ κατοιχομένῳ νέμων αἰδοῦς (ἐπειδὴ καὶ πεφύκαμεν εὐνούστεροί πως εἶναι τοῖς ἔτι προσφάτοις πάθεσι, τῷ φίλτρῳ προσπάσχοντες, καὶ τὸν ἔλεον τούτῳ προσάπτοντε)ς, καὶ διὰ τοῦτο οὐκ ἀνεχόμενοι τὸ μὴ οὐχ ὡς βασιλέα τιμηθῆναι τοῦτον, καὶ προσδεχθῆναι πείθουσι τὸν ἀποστάτην, καὶ συναναγκάζουσιν ὑπαντῆσαι τῷ νεκρῷ μετὰ τοῦ προσήκοντος σχήματος· τὸ δὲ ἦν, ἀποκοσμήσαντα τὴν κεφαλὴν τοῦ διαδήματος, καὶ ὑποκύψαντα τῷ βασιλεῖ τὰ εἰκότα, οὕτως ἐπὶ τὸν τάφον συμπαραπέμψαι τοῖς ἄγουσι, καὶ τὸν ἀοίδιμον τῶν Ἀποστόλων σηκὸν, οἳ δὴ τὸ ἱερὸν γένος καὶ ὑπεδέξαντο καὶ διαφυλάττουσι, μικροῦ τὰ ἴσα γέρα καρπούμενον. Οὕτως ὁ ἡμέτερος.
18. Τῷ δὲ αἰσχρὰ μὲν τὰ τῆς ἐκστρατείας (ἠλαύνετο δήμοις καὶ πόλεσι, καὶ φωναῖς δημοσίαις καὶ βωμολόχοις, ὧν ἔτι καὶ νῦν οἱ πολλοὶ μνημονεύουσιν), ἀδοξοτέρα δὲ ἡ ἐπάνοδος. Τίς δὲ ἡ ἀδοξία; Μῖμοι γελοίων ἦγον αὐτὸν, καὶ τοῖς ἀπὸ τῆς σκηνῆς αἴσχεσιν ἐπομπεύετο καταυλούμενός τε καὶ κατορχούμενος, καὶ τὴν ἄρνησιν, καὶ τὴν ἧτταν, καὶ τὸ τέλος ὀνειδιζόμενος. Καὶ τί γὰρ οὐ πάσχων κακῶν; τί δὲ οὐκ ἀκούων οἷς οἱ τοιοῦτοι νεανιεύονται, τέχνην τὴν ὕβριν ἔχοντες, ἕως ἡ Ταρσέων αὐτὸν ὑποδέχεται πόλις, οὐκ οἶδ᾿ ὅπως καὶ ἀνθ᾿ ὅτου τὴν ὕβριν ταύτην κατακριθεῖσα; Ἔνθα δέ οἱ τέμενος ἄτιμον, καὶ τάφος ἐξάγιστος, καὶ ναὸς ἀπόπτυστος, καὶ οὐδὲ θεατὸς εὐσεβῶν ὄψεσι.
19. Καὶ ταῦτα διῆλθον ὡς μέγιστα τῶν ἐκείνου κατηγορημάτων καὶ κυριώτατα, οὐκ ἀγνοῶν, ὅτι δυσὶ μὲν καὶ τρισὶ τῶν περὶ τὰ βασίλεια κολάκων, καὶ τὴν ἀσέβειαν ὁμοτίμων (τοὺς γὰρ ἄλλους ἑκὼν παρίημ)ι, τοσοῦτος ἐδόθη τῆς ἀσεβείας μισθὸς, ὥστε οὐδὲν ἐκώλυεν ἐντὸς ὀλίγου χρόνου, πᾶσαν αὐτοὺς ἂν ληΐσασθαι τὴν ὑπὸ Ῥωμαίοις γῆν τε καὶ θάλασσαν, εἰ μὴ θᾶττον πέρας ἐδόθη τοῖς πράγμασι δεξιόν· τοσοῦτον ὑπερέβαλλον λῃστείᾳ καὶ ἀπληστίᾳ τοὺς πρὶν ἑκατοντάχειρας· αἱ δὲ τῶν ἐθνῶν ἀρχαὶ οὐ τοῖς ἐπιεικεστάτοις, ἀλλὰ τοῖς ἀπανθρωποτάτοις ἐνεχειρίζοντο· καὶ μία ψῆφος ἦν εἰς ἀρχὴν, ἡ παράβασις, καὶ τὸ τυχεῖν τῶν παρ᾿ ἐκείνου δωρεῶν, τοὺς τὰ κάκιστα περὶ ἑαυτῶν βουλευσαμένους.
20. Τί δ᾿ ἂν εἰ λέγοιμι δικῶν μεταθέσεις καὶ μετακλίσεις διὰ μέσης νυκτὸς πολλάκις μεταβαλλομένων καὶ περιτρεπομένων, ὥσπερ ἀμπώτιδας· ἐπεὶ καὶ δικάζειν ὁ γεννάδας ἠξίου, πάντα ἑαυτοῦ διὰ φιλοτιμίαν ποιούμενος; Τάχα ἂν μικρὰ λίαν ἐγκαλεῖν δόξαιμι, καὶ τὰ μέγιστα τοῖς μικροῖς καθυβρίζειν. Πλήν γε ὁμολογείσθω, ὅτι οὐκ Ἠλυσίων πεδίων ἄξια ταῦτα, οὐδὲ τῆς Ῥαδαμάνθυος ἐκεῖσε δόξης, ἧς μοίρας ἀξιοῦσιν ἐκεῖνον οἱ τῆς αὐτῆς φατρίας τε καὶ τάξεως. Ἓν τῶν ἐκείνου θαυμάζειν ἔχω· πολλοὺς γὰρ τῶν αὐτῷ συνήθων τε καὶ γνωρίμων, ἐκ τῶν κατὰ τὴν Ἀσίαν διατριβῶν μάλιστα, ἐκάλει μὲν κατὰ πᾶσαν σπουδὴν, ὡς δράσων θαυμάσια, οἷα καὶ ταῖς ἐλπίσιν ἐπτέρου, μεμνημένους τῶν ὑποσχέσεων· ἐπεὶ δὲ παρεῖεν, τοῦτο ἐκεῖνο αἱ τῶν ψήφων κλοπαὶ, καὶ τῶν ὄψεων ἀπάται· τοὺς μὲν τοὺς δὲ τὸν τρόπον, τοὺς δὲ τὸν διαπαίζων· ἔστι δὲ οὓς καὶ τραπέζῃ φιλοφρονούμενος, καὶ πολὺ τὸ Ἑταῖρε προπίνων, καὶ λαρυγγίζων ἀντ᾿ ἄλλου τινὸς δελεάσματος, ἀπράκτους ἀπέπεμπεν, οὐκ ἔχοντας ὅτῳ μέμφονται πλέον, ἐκείνῳ τῆς ἀπάτης ἢ σφίσιν αὐτοῖς τῆς κουφότητος.
21. Ἐκεῖνο δὲ πῶς οὐκ ἐπαινετὸν τῆς τοῦ φιλοσόφου παιδεύσεως, ὅτι τοσοῦτον ἀόργητος ἦν, καὶ τῶν παθῶν ὑψηλότερος, κατὰ τοὺς πώποτε τῶν βασιλέων ἀτρέπτους καὶ ἀκινήτους, καὶ μηδ᾿ ἂν, εἴ τι γένοιτο, τοῦ προσώπου τι παρατρέψαντας, ἢ πάθους ἴχνος ἐπισημαίνοντας· ὥσθ᾿ ὅτι μὲν βοῶν καὶ σεισμῶν ἐπλήρου τὰ βασίλεια δικάζων, ὥσπερ αὐτὸς ὢν ὁ τυραννούμενος καὶ ζημιούμενος, οὐκ ἄλλοις ταῦτα πάσχουσιν, ἐπαμύνων; Ταῦτα μὲν οὐδὲ λόγου τινὸς ἀξιώσομεν· τοῦτο δὲ τίς ἀγνοεῖ τῶν ἁπάντων, ὅτι πολλοὺς προσιόντας οἷ δημοσίᾳ καὶ τῶν ἀγροικοτέρων, ὥστε τυχεῖν τινος ὧν ἄνθρωποι βασιλέων δέονται, παίων πὺξ δημοσίᾳ καὶ λὰξ ἐναλλόμενος οὕτω διετίθει κακῶς, ὥστ᾿ ἀγαπᾷν ἐκείνους τὸ μή τι παθεῖν χαλεπώτερον;
22. Τὰς δὲ φυσήσεις τε καὶ ἀντιφυσήσεις, ἃς ὁ θαυμάσιος ἐκεῖνος, καὶ τὰ ἡμέτερα διασύρων, τοῖς γραιδίοις ἀντεπεδείκνυτο, τὸ ἐπιβώμιον πῦρ ἀνάπτων, ποῦ λόγου θήσομεν; Ἢ καλόν γε τοῦ Ῥωμαίων βασιλέως τὰς γνάθους ὁρᾷν ἀσχημονούσας, καὶ γέλωτα πολὺν παρεχούσας, οὐ τοῖς ἔξωθεν μόνον, ἀλλὰ καὶ αὐτοῖς, οἷς ταῦτα ποιῶν ἀρέσκειν ᾤετο. Τὴν Ἀθηνᾶν δὲ οὐκ ἤκουε, τὴν ἑαυτοῦ θεὸν, ὅτι καὶ τοῖς αὐλοῖς κατηράσατο, οἷς ἐνασχημονοῦσαν ἑαυτὴν κατεμάνθανεν, ἀντ᾿ ἐσόπτρου χρησαμένη τῷ ὕδατι. Τὰς δὲ προπόσεις τε καὶ φιλοτησίας, ἃς δημοσίᾳ ταῖς πόρναις προὔπινέ τε καὶ ἀντιπροὐπίνετο, ὑποκλέπτων τὸ ἀσελγὲς μυστηρίου προσχήματι, πῶς οὐ θαυμάζειν ἄξιον;
23. Ταῦτα τοῖς μὲν ἄλλοις ἡ πεῖρα παρέστησε, καὶ ἡ δυναστεία προλαβοῦσα τὴν ἐξουσίαν· ἐμοὶ δὲ καὶ πόῤῥωθεν τρόπον τινὰ ἑωρᾶτο, ἐξ οὗ τῷ ἀνδρὶ συνεγενόμην Ἀθήνῃσιν. Ἦλθε γὰρ κἀκεῖσε, ἄρτι τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ νεωτερισθέντων, τὸν βασιλέα τοῦτο αὐτὸ παραιτησάμενος. Διττὸς δὲ αὐτοῦ τῆς ἐπιδημίας ὁ λόγος· ὁ μὲν εὐπρεπέστερος, καθ᾿ ἱστορίαν τῆς Ἑλλάδος καὶ τῶν ἐκεῖσε παιδευτηρίων· ὁ δὲ ἀποῤῥητότερος, καὶ οὐ πολλοῖς γνώριμος, ὥστε τοῖς ἐκεῖ θύταις καὶ ἀπατεῶσι περὶ τῶν καθ᾿ ἑαυτὸν συγγενέσθαι, οὔπω παῤῥησίαν ἐχούσης τῆς ἀσεβείας. Τότε τοίνυν οὐ φαῦλος ἐγὼ τοῦ ἀνδρὸς εἰκαστὴς οἶδα γενόμενος, καίτοι γε οὐ τῶν εὖ πεφυκότων περὶ ταῦτα εἷς ὤν. Ἀλλ᾿ ἐποίει με μαντικὸν ἡ τοῦ ἤθους ἀνωμαλία, καὶ τὸ περιττὸν τῆς ἐκστάσεως· εἴπερ μάντις ἄριστος, ὅστις εἰκάζειν οἶδε καλῶς. Οὐδενὸς γὰρ ἐδόκει μοι σημεῖον εἶναι χρηστοῦ αὐχὴν ἀπαγὴς, ὦμοι παλλόμενοι καὶ ἀνασηκούμενοι, ὀφθαλμὸς σοβούμενος καὶ περιφερόμενος, καὶ μανικὸν βλέπων, πόδες ἀστατοῦντες καὶ μετοκλάζοντες, μυκτὴρ ὕβριν πνέων καὶ περιφρόνησιν, προσώπου σχηματισμοὶ καταγέλαστοι τὸ αὐτὸ φέροντες, γέλωτες ἀκρατεῖς τε καὶ βρασματώδεις, νεύσεις καὶ ἀνανεύσεις σὺν οὐδενὶ λόγῳ, λόγος ἱστάμενος καὶ κοπτόμενος πνεύματι, ἐρωτήσεις ἄτακτοι καὶ ἀσύνετοι, ἀποκρίσεις οὐδὲν τούτων ἀμείνους, ἀλλήλαις ἐπεμβαίνουσαι καὶ οὐκ εὐσταθεῖς, οὐδὲ τάξει προιοῦσαι παιδεύσεως.
24. Τί ἂν τὰ καθ᾿ ἕκαστον γράφοιμι; Τοῦτον πρὸ τῶν ἔργων ἐθεασάμην, ὃν καὶ ἐπὶ τῶν ἔργων ἐγνώρισα. Καὶ εἴ μοι παρῆσάν τινες τῶν τηνικαῦτα συνόντων καὶ ἀκουσάντων, οὐ χαλεπῶς ἂν ἐμαρτύρησαν· οἷς, ἐπειδὴ ταῦτα ἐθεασάμην, εὐθὺς ἐφθεγξάμην· Οἷον κακὸν ἡ Ῥωμαίων τρέφει καὶ προαγορεύσας, καὶ γενέσθαι ψευδόμαντις ἐμαυτοῦ κατευξάμενος. Κρεῖσσον γὰρ ἢ τούτων πλησθῆναι τὴν οἰκουμένην κακῶν, καὶ τοιοῦτον ἀναφανῆναι τέρας, οἷον οὔπω πρότερον· πολλῶν μὲν ἐπικλυσμῶν θρυλλουμένων, πολλῶν δὲ ἐμπρησμῶν, καὶ βρασμῶν γῆς, καὶ χασμάτων, ἔτι δὲ ἀνδρῶν ἀπανθρωποτάτων καὶ θηρίων ἀλλοκότων τε καὶ συνθέτων, ὧν ἡ φύσις ἐκαινοτόμησε. Ταύτῃ τοι καὶ τέλος ἄξιον ἠνέγκατο τῆς ἀπονοίας· ἐνταῦθα μόνον οὐκ ἀνασχομένου τοῦ Θεοῦ τῆς συνήθους μακροθυμίας, ἔνθα πολλοῖς κακὸν ἦν τὸ φιλάνθρωπον, καὶ πολλὴν μὲν ἔμελλε παρέξειν ἀθυμίαν τοῖς κατορθοῦσι, πολλὴν δὲ τοῖς ἁμαρτάνουσι καταφρόνησιν· ὡς οὐκ ἐφορῶντος οὐδενὸς τὰ ἡμέτερα, οὐδὲ οὔσης τινὸς κυβερνήσεως ἢ ἀντιδόσεως, ἀλλὰ τοῦ αὐτομάτου τὸ πᾶν φέροντός τε καὶ περιτρέποντος· ὃ διανοίας ἐστὶ πονηρᾶς καὶ λίαν ἐπισφαλῶς περὶ τῶν μεγίστων διακειμένης.
25. Ταῦτα τῶν Γαλιλαίων ἡμῶν, ταῦτα τῶν ἀτίμων τὰ διηγήματα· ταῦτα οἱ τὸν ἐσταυρωμένον προςκυνοῦντες ἡμεῖς, ταῦτα οἱ τῶν ἁλιέων μαθηταὶ καὶ τῶν ἀπαιδεύτων, ὡς αὐτοὶ λέγουσι· ταῦτα οἱ τοῖς γραιδίοις συγκαθεζόμενοι, καὶ συμψάλλοντες· ταῦτα οἱ ταῖς μακραῖς νηστείαις ἐκτετηγμένοι καὶ ἡμιθνῆτες· ταῦτα οἱ μάτην ἀγρυπνοῦντες ἡμεῖς, καὶ ταῖς παννύχοις στάσεσι παραληροῦντες, καὶ ὑμᾶς καταβάλλοντες. Ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ σύμβουλοι; Ἐκ τῶν παρ᾿ ἡμῖν τινος ἀσόφων, ὡς γοῦν ὑμῖν δοκεῖ, λαμβάνω τὸν ἐπινίκιον. Ποῦ αἱ θυσίαι, καὶ τελεταὶ, καὶ μυστήρια; ποῦ σφάγια φανερά τε καὶ ἀφανῆ; ποῦ τέχνη κατὰ τῶν ἐντόμων ἐπαινουμένη; ποῦ τερατεία προγνώσεως καὶ σημεῖα ἐγγαστριμύθων; ποῦ Βαβυλὼν ἡ ἔνδοξος θρυλλουμένη, καὶ οἰκουμένη πᾶσα περινοουμένη δι᾿ ὀλίγου καὶ ἐναγοῦς αἵματος; ποῦ δὲ οἱ ἐν τῇ χειρὶ κρατούμενοι Πέρσαι καὶ Μῆδοι; ποῦ δὲ οἱ προπεμπόμενοι καὶ παραπέμποντες, καὶ προπολεμοῦντες καὶ συμπολεμοῦντες θεοί; ποῦ αἱ κατὰ Χριστιανῶν μαντεῖαι, καὶ ἀπειλαὶ, καὶ ἡ κατὰ προθεσμίαν κατάλυσις ἡμῶν μέχρις ὀνόματος; Οἴχεται πάντα, διέψευσται, διεῤῥύηκεν, ὄναρ ἐφάνη τῶν ἀσεβῶν τὰ κομπάσματα.
26. Ὁ μὲν οὖν τοῦ Ἰούδα βασιλεὺς Ἐζεκίας, ἐλθόντος ἐπ᾿ αὐτὸν δυνάμει πολλῇ τῶν ἀλλοφύλων τινὸς βασιλέως, καὶ στρατοπέδῳ κυκλώσαντος τὴν Ἱερουσαλὴμ, λόγους τε βλασφήμους καὶ ἀσεβεῖς κατά τε τοῦ βασιλέως καὶ αὐτοῦ τοῦ Θεοῦ πικρῶς ἀποῤῥίψαντος, ὡς οὐδ᾿ ἂν ὁτιοῦν γένηται, περισώσοντος ἐκ τῆς αὐτοῦ δυναστείας τὴν πόλιν, ἐπὶ τὸ ἱερὸν ἐλθὼν, καὶ τὴν ἐσθῆτα περιῤῥηξάμενος, δακρύων τε προχέων πηγὰς, καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείνας, τὸν Θεὸν τῆς Σεναχηρεὶμ βλασφημίας ἐπιμαρτύρεται, κἀκεῖνον ἔκδικον γενέσθαι τῆς τῶν ἀπειλουμένων ὑπερηφανίας ἐπιζητεῖ· Εἶδες, Κύριε, λέγων, ὅσα ὠνείδισέ σε ὁ ἀλλόφυλος οὗτος τὸν Θεὸν τοῦ Ἰσραήλ· εἶδες, Κύριε, μὴ παρασιωπήσῃς· καὶ οὐκ ἐψεύσθη γε τῆς αἰτήσεως· ἀλλ᾿ ᾔσθετο ἔργῳ τῆς ἑαυτοῦ μανίας ὁ θεομάχος, καὶ ἀπῆλθεν ἄπρακτος μετὰ τῶν ἀπειλῶν ὑπό τινος ἀοράτου δυνάμεως ἐπιπεσούσης ἄφνω, καὶ τὸ πολὺ τῆς στρατιᾶς ἀποβαλὼν, καὶ ἀγγελίᾳ πικρᾷ μεταναστὰς, ἀδοκήτως λυούσῃ καὶ τὴν πολιορκίαν, καὶ τὰς ἐλπίδας. Ταῦτα Ἐζεκίας, ὁ τὴν πολλὴν περιβεβλημένος δύναμιν, ὁ τῆς μεγάλης βασιλεὺς Ἱερουσαλὴμ, ὁ τάχα ἂν ἀποκρουσόμενος καὶ δι᾿ ἑαυτοῦ τὸν πολέμιον. Ἡμεῖς δὲ, οἷς μόνον καὶ ὅπλον, καὶ τεῖχος, καὶ ἄλλο πᾶν ἀμυντήριον, ἡ πρὸς τὸν Θεὸν ἐλπὶς ὑπελείπετο, πᾶσαν ἀνθρωπίνην περιῃρημένοις καὶ περικεκομμένοις ἐπικουρίαν παντάπασι, τίνα ἄρα ἕτερον ἢ τῆς εὐχῆς ἀκροατὴν, ἢ κωλυτὴν τῶν ἀπειλουμένων ἕξειν ἐμέλλομεν, ἢ τὸν ὀμνύοντα κατὰ τῆς ὑπερηφανίας Ἰακὼβ Θεόν; Ὢ τῶν ἀπίστων διηγημάτων! Ὢ τῆς τῶν ἐλπιζομένων θρασύτητο!ς Ἐπηγγέλθημεν ἀντ᾿ ἄλλου τινὸς ἱερείου τοῖς δαίμοσι· καὶ ἡ μεγάλη τοῦ Θεοῦ κληρονομία, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, μιᾶς ἆθλον ἐλπίδος, καὶ ἑνὸς πολέμου νικητήριον ἐγενόμεθα.
27. Ταῦτα Χριστιανοῖς παρὰ σοῦ ἀνθ᾿ ὧν ἐσώθης δι᾿ αὐτῶν κακῶς τὰ ἐπίχειρα; Ταῦτα Κυρίῳ τῷ Θεῷ σου ἀνταπέδωκας; Πρότερον μὲν οὖν, ἡνίκα ἔτι ἀνεῖχε καὶ ἀνεβάλλετο τὴν ὑπὲρ ἡμῶν ὀργὴν ὁ Θεὸς, καὶ οὔπω πάντα τὸν ἑαυτοῦ ζῆλον ἐξέκαυσεν, ἀλλ᾿ ὑψηλὴν ἔτι κατὰ τῶν ἀσεβῶν εἶχε τὴν χεῖρα, καὶ τὸ τόξον ἐνέτεινε μὲν καὶ ἡτοίμασε, κατεῖχε δὲ βίᾳ, καὶ ὥσπερ τι νόσημα ὕπουλον καὶ κακόηθες ἐκραγῆναι πρότερον ὅλην αὐτοῦ τὴν πονηρίαν ἀνέμενεν, ὥσπερ δὴ Θεοῦ κρίσεως νόμος, ἵν᾿ ἢ σώσῃ τῇ μετανοίᾳ ἢ κολάσηται δικαιότερον· τότε μὲν, δυσανασχετοῦντες τοῖς γινομένοις, καὶ πρὸς τὸ μέλλον κάμνοντες (οὐ γὰρ ἐφέρομεν τὴν ἀποκρυπτομένην αὐτοῦ τοῖς οἰκείοις χρηστότητ)α, ἐκείνας ἠφίεμεν πρὸς τὸν Θεὸν τὰς φωνὰς, τὰ μὲν ὡς δεσπότην ἐπικαλούμενοι, τὰ δὲ ὡς πρὸς πατέρα χρηστὸν ποτνιώμενοι, τὰ δὲ οἷον ὀνειδίζοντες καὶ δικαιολογούμενοι πρὸς αὐτὸν, οἷα τὰ τῶν ἀλγούντων· Ἵνα τί ἀπώσω, ὁ Θεὸς, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Καὶ μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς, ἣν περιεποιήσω τοῖς τοῦ μονογενοῦς Λόγου σου πάθεσιν, ἣν τῆς μεγάλης σου διαθήκης ἠξίωσας, ἣν καὶ εἵλκυσας εἰς οὐρανοὺς τῷ καινῷ μυστηρίῳ, καὶ τῷ ἀῤῥαβῶνι τοῦ Πνεύματος· καὶ, Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὑπομιμνήσκοντες ὅσα ἐπονηρεύσαντο κατὰ τῶν ἁγίων σου οἱ ἐχθροὶ, καὶ κατὰ τῶν ἑορτῶν σου ἐκαυχήσαντο· τὴν ῥομφαίαν τε προεκαλούμεθα, καὶ τὰς Αἰγυπτιακὰς μάστιγας, καὶ δικάσαι τὴν ἑαυτοῦ δίκην ἠξιοῦμεν, καὶ διαναστῆναί ποτε διεκελευόμεθα κατὰ τῶν ἀσεβῶν· Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, λέγοντες, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, τόν τε λαόν σου ταπεινώσουσι, καὶ τὴν κληρονομίαν σου κακώσουσι, φθέγξονταί τε ὁμοίως ἀνομίαν καὶ δράσουσι; καὶ μὴν κἀκείνας ἔτι τὰς γοερὰς καὶ τούτων οἰκειοτέρας φωνάς· Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν καὶ ὕβριν τοῖς γείτοσιν ἡμῶν, παραβολήν τε τοῖς ἔθνεσι, καὶ γέλωτα πᾶσιν ἀνθρώποις· ἄμπελόν τέ τινα ἐλέγομεν, καὶ ἐξ Αἰγύπτου μετενηνεγμένην τῆς σκοτεινῆς ἀθεΐας, καὶ εἰς κάλλος πίστεως αὐξηθεῖσαν καὶ μέγεθος, εἶτα τὸν φραγμὸν περιῃρημένην, τὴν φρουροῦσαν ἡμᾶς τέως ἐπισκοπὴν τοῦ Θεοῦ, καὶ πᾶσι τοῖς διοδεύουσιν ἐκκειμένην πονηροῖς δυνάσταις, καὶ λελυμασμένην ἀγρίῳ συῒ τῷ τὴν κακίαν ἰδιάζοντι πονηρῷ, καὶ κακίας βορβόρου γέμοντι.
28. Ταῦτα μὲν οὖν πρότερον καὶ διενοούμην καὶ ἀνεβόων πρὸς τὸν Θεόν· νυνὶ δὲ οἵας ἀνθ᾿ οἵων μεταλαμβάνω φωνά!ς θρηνῶ λοιπὸν τῶν ἀσεβῶν τὴν ἀπώλειαν, καὶ γίνομαι φιλάνθρωπος τοῖς μισοῦσι, καὶ τοιαῦτα φθέγγομαι· Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν, ὡς κονιορτὸς ὃν ὑφείλετο λαίλαψ, ὡς χνοῦς ὑπ᾿ ἀνέμου διαῤῥιπτούμενος, ὡς ἑωθινὴ δρόσος, ὡς ῥοῖζος πεμφθέντος βέλους, ὡς προσβολὴ βροντῆς, ὡς ἀστραπὴ διᾴττουσα. Εἰ μὲν οὖν νῦν μεταπεισθεῖεν, καὶ, τῆς πολλῆς παυσάμενοι πλάνης καὶ μέθης, μεταδιώξαιεν τὴν ἀλήθειαν, τάχα ἄν τι γένοιτο κέρδος αὐτοῖς καὶ τοῦ πτώματος· ἐπειδὴ καὶ τὸ παιδευθῆναι πολλάκις εἰς καλὸν τοῖς πάσχουσιν· εἰ δ᾿ ἐπὶ τῆς αὐτῆς μένοιεν γνώμης, καὶ περιέχοιντο τῶν εἰδώλων ἔτι, μηδὲ, ὃ καὶ τοὺς ἠλιθίους παιδεύει, σωφρονισθεῖεν τῇ συμφορᾷ. Τὴν μὲν Ἱερουσαλὴμ θρηνεῖ τοσοῦτον Ἱερεμίας, ὥστε καὶ τοῖς ἀψύχοις διακελεύεται θρῆνον, καὶ τῶν τειχῶν προκαλεῖται δάκρυον. Τούτοις δὲ τίς εὑρεθήσεται θρῆνος ἐπάξιος; Ἢ τίς ἂν ὀδύραιτο τὰ παρόντα, ἀφεὶς τὰ τῆς μελλούσης δακρύειν κολάσεως, ἀνθ᾿ ὧν ἠφρονεύσαντο, καὶ ἐμακρύνθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὐ μόνον δὲ, ἀλλὰ καὶ τοῖς λατρεύουσι τῷ Θεῷ ἐπανέστησαν, καὶ χεῖρα ἐπανετείναντο δυσσεβῆ καὶ τοιούτων κακῶν ἀξίαν;
29. Τοῦτο μὲν οὖν, ὅπη τῷ Θεῷ φίλον, οὕτως ἐχέτω. Τίς οἶδεν εἰ ὁ λύων τοὺς πεπεδημένους Θεὸς, καὶ ἀνάγων ἐκ τῶν πυλῶν τοῦ θανάτου τὸν βαρύν τε καὶ κάτω νεύοντα, ὁ μὴ βουλόμενος τοῦ ἁμαρτωλοῦ τὸν θάνατον, ἀλλὰ τὴν ἐπάνοδον, ὁ καὶ ἡμᾶς καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου φωτίσας καὶ συνετίσας, καὶ τούτους ποτὲ ἀναλήψεται, καὶ ποιμανεῖ τῇ ποιμαντικῇ ῥάβδῳ, τὴν βαρεῖαν καὶ σιδηρᾶν καταθέμενος; Ἐμοὶ δὲ πάλιν πρὸς τὸν αὐτὸν ἐπινίκιον ἀναδραμεῖται ὁ λόγος· Ἔπεσε Βὴλ, συνετρίβη Δαγὼν, ἕλη ἐγένετο ὁ Σαρὼν, κατῃσχύνθη ὁ Λίβανος. Οὐκ ἔτι εἴπωσι τῷ μωρῷ ἄρχειν, τῷ ἀκινήτῳ καὶ ἀναισθήτῳ τῶν εἰδώλων συντάγματι· οὐδὲ ζητήσουσι μυῖαν θεὸν Ἀκκαρὼν, ἢ εἴ τι ταύτης ἐστὶ γελοιότερον· οὐκ ἔτι τὰ ἄλση περινοήσουσι καὶ τὰ ὑψηλὰ, καὶ πᾶν ὄρος εὔκομον καὶ κατάσκιον· οὐκ ἔτι θύσουσι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις, ὅπερ πάλαι ὁ Ἰσραὴλ ὑπὸ τῶν προφητῶν ὠνειδίζετο. Ἀλλὰ τί τούτων ἐμοί; Πρὸς τὰ παρόντα καὶ ἡμέτερα τρέψομαι. Οὐκ ἔτι τοῖς ἱεροῖς οἴκοις ἡμῶν πονηρὸν ἐμβλέψουσιν· οὐκ ἔτι μιανοῦσιν αἵματι μιαρῷ τὰ τῆς καθαρωτάτης καὶ ἀναιμάκτου θυσίας ἐπώνυμα θυσιαστήρια· οὐδὲ βωμοῖς ἀθέοις τὰ ἄβατα καταισχυνοῦσιν· οὐκ ἔτι συλήσουσι καὶ βεβηλώσουσιν ἀναθήματα, πλεονεξίαν ἀσεβείᾳ μίξαντες· οὐκ ἔτι καθυβρίσουσι πολιὰν ἱερέων, σεμνότητα διακόνων, αἰδὼ παρθένων· οὐκ ἔτι σπλάγχνοις ἁγίων ἀνατμηθέντων ἐπαφήσουσι συῶν μιαρίαν, ἵν᾿ ὁμοῦ τε τῆς τροφῆς καὶ τῶν σπλάγχνων ἐμφορηθῶσιν· οὐκ ἔτι προσάξουσι πῦρ μαρτύρων μνήμασιν, ὡς ἄλλων ἐφέξοντες ἄθλησιν ταῖς κατ᾿ αὐτῶν ἀτιμίαις· οὐκ ἔτι πυρὶ καταναλώσουσιν ἁγίων λείψανα, ὀστοῖς ἀτιμοτάτοις συνατιμάσαντες, καὶ τοῖς ἀνέμοις δώσουσιν, ἵνα καὶ τῆς ὀφειλομένης τιμῆς τοῖς τοιούτοις ἀποστερήσωσιν· οὐκ ἔτι καθέδραν λοιμῶν συγκροτήσαντες, ταῖς κατ᾿ ἐπισκόπων, καὶ πρεσβυτέρων, ἔτι δὲ καὶ προφητῶν, καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ Χριστοῦ βλασφημίαις ἐντρυφήσουσιν· οὐκ ἔτι πανηγυρίσουσι καθ᾿ ἡμῶν, νόμῳ τῆς κιβδήλου παιδεύσεως ἀποκλείσαντες, ὡς ὁμοῦ τούτῳ καὶ τὰς γλώσσας ἡμῶν ἐμφράξοντες.
30. Δός μοι τοὺς λόγους σου τοὺς βασιλικούς τε καὶ σοφιστικοὺς, τοὺς ἀφύκτους συλλογισμούς σου καὶ τὰ ἐνθυμήματα· ἴδωμεν οἷα καὶ παρ᾿ ἡμῖν οἱ ἁλιεῖς καὶ ἄγροικοι φθέγγονται. Μετάστησον ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου, διακελεύεταί σοι προφήτης ἐμός· ᾀδέτω δὲ αὖθις σὺν ἐλευθερίᾳ Δαβὶδ, ὁ τὸν ὑψηλὸν Γολιὰθ λίθοις μυστικοῖς καταβαλὼν, ὁ διὰ τῆς πραότητος νικήσας πολλοὺς, καὶ διὰ τῆς πνευματικῆς ἁρμονίας θεραπεύσας Σαοὺλ τὸν τῷ πονηρῷ δαίμονι συμπνιγόμενον. Σβεσάτω τὸ πῦρ ὁ δᾳδοῦχος· ἁπτέτωσαν τῷ νυμφίῳ αἱ φρόνιμοι καὶ ἱεραὶ παρθένοι τὰς ἑαυτῶν λαμπάδας· ἀποθέσθω τὴν πορνικὴν ἱεροφάντης στολήν· ἱερεῖς ἐνδύσασθε δικαιοσύνην, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας, καὶ τὸν μέγαν καὶ ἄσπιλον χιτῶνα Χριστὸν, τὸ ἡμέτερον κόσμημα.
31. Σιγάτω σὸς κῆρυξ τὰ ἄτιμα· φθεγγέσθω κῆρυξ ἐμὸς τὰ ἔνθεα. Παῦσόν σου τὰς γοητικὰς καὶ μαντικὰς βίβλους· αἱ προφητικαὶ δὲ καὶ ἀποστολικαὶ μόναι ἀνελιττέσθωσαν. Ἐπίσχες σου τὰς αἰσχρὰς καὶ σκότους γεμούσας νύκτας· ἀντεγερῶ τὰς ἱερὰς ἐγὼ καὶ λαμπρὰς παννυχίδας. Φρᾶξον τὰ ἄδυτά σου καὶ τὰς εἰς ᾅδου φερούσας ὁδούς· ἐγὼ τὰς φανερὰς καὶ φερούσας πρὸς οὐρανὸν ἐξηγήσομαι. Πόσαι ταῦτα κατέπραξαν ἂν ὅπλων παρασκευαὶ καὶ μηχανημάτων ἐπίνοιαι; πόσαι μυριάδες ἀνδρῶν καὶ φάλαγγες, ὅσα ἱκετεύοντες μόνον ἡμεῖς, καὶ Θεὸς βουληθεὶς κατειργάσατο; Λόγῳ τὸ σκότος ἔλυσε, λόγῳ τὸ φῶς ὑπεστήσατο, ἥδρασε γῆν, ἐγύρωσεν οὐρανὸν, ἀστέρας ἔταξεν, ἔσπειρεν ἀέρα, θάλασσαν ὥρισε, ποταμοὺς εἵλκυσε, ζῶα ἐψύχωσεν, ἄνθρωπον πρὸς ἑαυτὸν ἐμόρφωσε, κόσμον τοῖς ἅπασι περιέθηκε· λόγῳ καὶ τὴν νῦν σκοτόμηναν λύσας, εἰς φῶς ἅπαντα καὶ τάξιν καὶ ἁρμονίαν τὴν αὐτὴν ἐπανήγαγεν. Οὐκ ἔτι μὲν λίχνοι καὶ ἀπατηλοὶ δαίμονες δυναστεύουσιν· οὐκ ἔτι δὲ καθυβρίζεται κτίσις ἐν σχήματι τιμῆς ἀντὶ Θεοῦ προσκυνουμένη. Κατάβαλε τοὺς Τριπτολέμους σου, καὶ τοὺς Κελεοὺς, καὶ τοὺς μυστικοὺς δράκοντας· αἰσχύνθητί ποτε ταῖς τοῦ Θεολόγου σου βίβλοις Ὀρφέως· δέξαι τοῦ καιροῦ τὸ δῶρον, τὴν ἀσχημοσύνην σοι συγκαλύπτοντος. Εἰ δὲ ταῦτα μῦθοι καὶ πλάσματα, ἐγώ σου τὰ τῆς νυκτὸς ἀποκαλύψω μυστήρια.
32. Οὐκ ἔτι φθέγγεται δρῦς· οὐκ ἔτι λέβης μαντεύεται· οὐκ ἔτι Πυθία πληροῦται, οὐκ οἶδ᾿ ὧντινων, πλὴν μύθων καὶ ληρημάτων. Πάλιν ἡ Κασταλία σεσίγηται, καὶ σιγᾷ, καὶ ὕδωρ ἐστὶν οὐ μαντευόμενον, ἀλλὰ γελώμενον· πάλιν ἀνδριὰς ἄφωνος ὁ Ἀπόλλων, πάλιν ἡ Δάφνη φυτόν ἐστιν μύθῳ θρηνούμενον· πάλιν ἀνδρόγυνος ὁ Διόνυσος, καὶ χορὸν μεθυόντων ἐξηρτημένος, καὶ τὸ μέγα σου μυστήριον ὁ φαλλὸς, καὶ Προσύμνῳ τῷ καλῷ θεὸς παθαινόμενος· πάλιν Σεμέλη κεραυνῷ βάλλεται· πάλιν ἀμφιγυήεις Ἥφαιστος, ἀλλὰ ταχὺς εἰς μοιχῶν εὕρεσιν, καὶ θεὸς κατῃθαλωμένος, εἰ καὶ κλυτοτέχνης, καὶ Θερσίτης Ὀλύμπιος· πάλιν δεσμώτης Ἄρης διὰ μοιχείαν μετὰ τοῦ δείμου, καὶ τοῦ φόβου, καὶ τῶν κυδοιμῶν, καὶ τραυματίας διὰ θρασύτητα· πάλιν Ἀφροδίτη πόρνη γενομένη τε αἰσχρῶς, καὶ γάμων αἰσχρῶν ὑπηρέτις· πάλιν Ἀθηνᾶ παρθένος τέ ἐστι, καὶ τίκτει δράκοντα· πάλιν Ἡρακλῆς μαίνεται, μᾶλλον δὲ μαινόμενος πέπαυται· πάλιν τὰ πάντα γίνεται δι᾿ ἀσέλγειαν καὶ ἀκαθαρσίαν ὁ Ζεὺς, ὁ τῶν θεῶν μήστωρ καὶ ὕπατος, καὶ μόνος μὲν πάντας σὺν πᾶσι τοῖς οὖσιν ἀνέλκων θεοὺς, αὐτὸς δὲ ὑπὸ πάντων οὐ καθελκόμενος. Πάλιν τοῦ Διὸς τάφος ἐν τῇ Κρήτῃ δείκνυται. Ἂν ἴδω σου τὸν Κερδῷον, καὶ τὸν Λόγιον, καὶ τὸν Ἐναγώνιον, συγκρύπτω τοὺς ὀφθαλμοὺς, καὶ παρατρέχω σου τὸν θεὸν αἰδοῖ τοῦ θεάματος· σὺ δέ μοι προσκύνει τὸ σύντονον τοῦ λόγου καὶ τὸ σακέλλιον· ἕν σου μόνον αἰδέσιμον, αἱ παρ᾿ Αἰγυπτίοις δι᾿ ἀνδρογύνων τιμαὶ τοῦ Νείλου, αἵ τε Ἴσιδες, καὶ οἱ Μενδήσιοι θεοὶ, καὶ οἱ Ἄπιδες, τἆλλά τε ὅσα πλάττεις, ἢ γράφεις, θηρία σύνθετα καὶ ἀλλόκοτα. Γελῶ σου τὸν Πᾶνα, καὶ τὸν Πρίαπον, καὶ τὸν Ἑρμαφρόδιτον, καὶ τοὺς ὑπὸ μανίας περικεκομμένους ἢ διεσπασμένους θεούς. Ἀλλὰ ταῦτα μὲν τῇ σκηνῇ παρήσω, καὶ τοῖς κοσμοῦσιν αὐτοὺς ποιηταῖς· ἐγὼ δὲ εἰς παραίνεσίν τινα καταλύσω τὸν λόγον.
33. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, νέοι τε καὶ πρεσβύται, ὅσοι τε εἰς τὸ βῆμα τοῦτο τελεῖτε, καὶ ὅσοι τὴν κάτω τέταχθε χώραν, πάντες ὅσους ἐλυτρώσατο Κύριος, πρότερον μὲν ἐκ τῆς πλάνης καὶ τῆς ἀθεΐας, νυνὶ δὲ τῆς ἐπαναστάσεως τῶν ἐθνῶν, καὶ τῶν ἤδη γε παρόντων κακῶν καὶ προσδοκωμένων, ἀκούσατε λόγον ἀνδρὸς οὐ μετρίως τὰ τοιαῦτα πεπαιδευμένου, ἔκ τε τῶν ὁσημέραι συμβαινόντων, καὶ τῶν παλαιῶν ἱστοριῶν, καὶ βίβλων, καὶ πράξεων. Μέγα μὲν τὸ μηδενὸς πειραθῆναι τῶν δυσχερῶν· ἴσως δὲ οὐδὲ μέγα, εἴπερ ἀληθὴς ὁ λόγος, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται, καὶ οὗ κήδεται. Ἀλλὰ μέγα μὲν τὸ μηδὲ τὴν ἀρχὴν τυχεῖν διαμαρτόντας, ἢ μὴ τὰ μέγιστα· ἐπειδὴ τὸ παντελῶς ἀναμάρτητον ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἔταξεν ὁ Θεός· δεύτερον δὲ, ὡς ἔμοιγε δοκεῖ, τὸ πταίσαντάς τι καὶ παιδευθέντας, εἶτα ἐπανεθέντας, ἐν αἰσθήσει γοῦν διαμεῖναι τῆς παιδαγωγίας, καὶ φεύγειν δευτέραν ἐκ δευτέρας κακίας μάστιγα.
34. Τοιγάρτοι καὶ ἡμεῖς ἔργῳ τῆς θείας παιδεύσεως ἐπαισθώμεθα. Δείξωμεν ἡμᾶς αὐτοὺς ἀξίους οὐχ ὧν πρῶτον πεπόνθαμεν, ἀλλὰ ὧν ὕστερον τετυχήκαμεν. Ἀπολογησώμεθά τι περὶ τῆς κατασχούσης ἡμᾶς συμφορᾶς, ὅτι οὐχ ὡς κακοῦργοι τοῖς ἔθνεσι παρεδόθημεν, ἀλλ᾿ ὡς παῖδες ἐσωφρονίσθημεν. Μὴ ἐπιλαθώμεθα τῆς ζάλης ἐν τῇ γαλήνῃ, μηδὲ τῆς ἀῤῥωστίας ἐν τῷ καιρῷ τῆς ὑγιείας, μηδὲ τῆς αἰχμαλωσίας, ἀνασωθέντες εἰς τὴν Ἱερουσαλὴμ, μηδὲ τῆς Αἰγύπτου μετὰ τὴν Αἴγυπτον· μὴ ποιήσωμεν ἀμείνω τὸν τῆς κακοπαθείας καιρὸν τοῦ τῆς ἀνέσεως· ποιήσομεν δὲ, εἰ φαινοίμεθα τότε μὲν συνεσταλμένοι καὶ μετριάζοντες, καὶ πάσας εἰς οὐρανὸν ἀνατείνοντες τὰς ἐλπίδας, νυνὶ δὲ ἐπαιρόμενοι καὶ χαυνούμενοι, καὶ πάλιν εἰς τὰς αὐτὰς ἀνατρέχοντες ἁμαρτίας, ἐξ ὧν εἰς τὰς συμπεσούσας ἡμῖν συμφορὰς ὑπήχθημεν. Μὴ οὕτω, τέκνα, μὴ, λέγει που νουθετῶν ὁ ἱερεὺς Ἡλεὶ τοὺς ἑαυτοῦ παῖδας εἰς Θεὸν ἁμαρτάνοντας· ἀλλ᾿ εἰδότες, ὅτι ῥᾷόν ἐστιν εὐπραγίαν ἀπελθοῦσαν ἀνακαλέσασθαι, ἢ παραγενομένην ἐκ Θεοῦ διασώσασθαι (τὴν μὲν γὰρ τὸ σοφρονεῖν ἐπανάγει, τὴν δὲ διαλύει τὸ ῥᾴθυμον)· καὶ ὅτι τὰ σώματα κάμνοντα μὲν ταῖς θεραπείαις ἀναφέρει καὶ ταῖς ἐνδείαις, ἀνενεγκόντα δὲ ταῖς κατὰ μικρὸν ἀμελείαις καὶ ταῖς πλησμοναῖς, πάλιν ὑποῤῥεῖ, καὶ πρὸς τὰς αὐτὰς ἀῤῥωστίας ἐπάνεισι. Ταῦτα εἰδότες, καὶ ἀλλήλους διδάσκοντες, γενώμεθα ἡμῶν αὐτῶν, καὶ σωφρόνως τὸν καιρὸν διαθώμεθα.
35. Πρῶτον μὲν, ἀδελφοὶ, πανηγυρίσωμεν, μὴ φαιδρότητι σώματος, μηδὲ ἐσθῆτος ἐξαλλαγαῖς καὶ πολυτελείαις, μηδὲ κώμοις καὶ μέθαις, ὧν κοίτας καὶ ἀσελγείας τὸν καρπὸν ἐμάθετε· μηδὲ ἄνθεσι στέψωμεν ἀγυιὰς, μηδὲ μύρων αἰσχύναις τραπέζας, μηδὲ πρόθυρα καλλωπίσωμεν· μὴ τῷ αἰσθητῷ φωτὶ καταλαμπέσθωσαν αἱ οἰκίαι, μηδὲ συναυλίαις καὶ κρότοις περιηχείσθωσαν· οὗτος μὲν γὰρ Ἑλληνικῆς ἱερομηνίας ὁ νόμος· ἡμεῖς δὲ μὴ τούτοις τὸν Θεὸν γεραίρωμεν, μηδὲ τὸν παρόντα καιρὸν ἐπαίρωμεν, οἷς οὐκ ἄξιον, ἀλλὰ ψυχῆς καθαρότητι, καὶ διανοίας φαιδρότητι, καὶ λύχνοις τοῖς ὅλον τὸ σῶμα φωτίζουσι τῆς Ἐκκλησίας, θείοις λέγω θεωρήμασι καὶ νοήμασιν, ἐπί τε τὴν ἱερὰν λυχνίαν ἐγειρομένοις, καὶ πᾶσαν τὴν οἰκουμένην καταλάμπουσι. Μικρόν μοι πρὸς τοῦτο τὸ φῶς, πάντα ὅσα ἰδίᾳ τε καὶ δημοσίᾳ πανηγυρίζοντες ἀνάπτουσιν ἄνθρωποι. Ἔχω τι καὶ μύρον, ἀλλ᾿ ᾧ χρίονται μόνον ἱερεῖς τε καὶ βασιλεῖς, ὄντι ποικίλῳ τε καὶ πολυτελεῖ, καὶ δι᾿ ἡμᾶς κενωθέντι, ἀλλὰ μεγάλου μυρεψοῦ τέχνῃ συγκείμενον. Εἴθε μοι γένοιτο τούτου τοῦ μύρου τὴν εὐωδίαν προσβαλεῖν τῷ Θε!ῷ Ἔχω καὶ τράπεζαν τὴν πνευματικὴν ταύτην καὶ ἔνθεον, ἣν ἡτοίμασέ μοι Κύριος ἐξεναντίας τῶν θλιβόντων με, ᾗ προσαναπαύομαι καὶ τρυφῶ, καὶ οὐδὲν ἐξυβρίζω διὰ τὸν κόρον, ἀλλὰ καὶ κοιμίζω πᾶσαν παθῶν ἐπανάστασιν. Ἔχω καὶ ἄνθη, πάντων ἐαρινῶν εὐανθέστερά τε καὶ μονιμώτερα, τοῦ ἀγροῦ τοῦ πλήρους, ὃν εὐλόγησε Κύριος, τοὺς ἱεροὺς καὶ εὐώδεις ποιμένας καὶ διδασκάλους, καὶ τοῦ λαοῦ ὅσον καθαρόν τε καὶ ἔκκριτον. Τούτοις στεφανωθῆναι βούλομαι καὶ πομπεύειν, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ τὸν δρόμον τελέσας, καὶ τὴν πίστιν τηρήσας, κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ἀναλάβωμεν ὕμνους ἀντὶ τυμπάνων, ψαλμῳδίαν ἀντὶ τῶν αἰσχρῶν λυγισμάτων τε καὶ ᾀσμάτων, κρότον εὐχαριστήριον ἀντὶ κρότων θεατρικῶν, καὶ χειρῶν πρᾶξιν εὔηχον, σύννοιαν ἀντὶ γέλωτος, ἀντὶ μέθης ἔμφρονα λόγον, ἀντὶ θρύψεως σεμνοπρέπειαν. Εἰ καὶ ὀρχήσασθαι δεῖ σε, ὡς πανηγυριστὴν καὶ φιλέορτον, ὄρχησαι μὲν, ἀλλὰ μὴ τὴν Ἡρωδιάδος ὄρχησιν τῆς ἀσχήμονος, ἧς ἔργον Βαπτιστοῦ θάνατος· ἀλλὰ τὴν Δαβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ, ἣν ἡγοῦμαι τῆς εὐκινήτου καὶ πολυστρόφου κατὰ Θεὸν πορείας εἶναι μυστήριον. Πρῶτον μὲν δὴ τοῦτο καὶ μέγιστον τῆς ἐμῆς παραινέσεως. 30. Δεύτερον δὲ χαλεπὸν μὲν οἶδα λόγον ἐρῶν καὶ δυσπαράδεκτον τοῖς πολλοῖς· φιλεῖ γὰρ ἐν ἐξουσίᾳ τοῦ ἀντιδρᾷν κακῶς γενόμενος ἄνθρωπος, ἄλλως τε κἂν δικαίαν ἔχων τὴν ὀργὴν ἐξ ὧν πέπονθεν, ἥκιστα λόγου πείθεσθαι χαλινοῖς τὸν θυμὸν ἀνακόπτοντος· ἀκουσθῆναι δὲ ὅμως καὶ προςδεχθῆναι ἄξιον. Μὴ ἀπλήστως χρησώμεθα τῷ καιρῷ, μὴ κατατρυφήσωμεν τῆς ἐξουσίας, μὴ πικροὶ γενώμεθα τοῖς ἠδικηκόσι, μὴ ὧν κατέγνωμεν, ταῦτα πράξωμεν· ἀλλ᾿ ὅσον φυγεῖν τὰ δεινὰ τῆς μεταβολῆς ἀπολαύσαντες, ὅσον εἰς ἀντίδοσιν ἥκει, μισήσωμεν. Αὐτάρκης δίκη τοῖς γε μετρίοις τὸ τῶν λελυπηκότων δέος, καὶ τὸ προσδοκῆσαι ταῦτα παθεῖν, ὧν εἰσιν ἄξιοι, καὶ οἰκείῳ συνειδότι βασανισθῆναι· ἃ γάρ τις ὡς πεισόμενος δέδοικε, ταῦτα πέπονθε, κἂν μὴ πάθῃ, καὶ πλείω παρ᾿ ἑαυτοῦ τυχὸν ἢ τῶν δρασόντων κολάζεται. Μὴ τοίνυν θελήσωμεν τὴν ὀργὴν μετρηθῆναι, μηδὲ φανῶμεν ἐλάττους κολασταὶ τῆς ἀξίας· ἀλλ᾿ ἐπειδὴ τὸ πᾶν εἰσπράξασθαι μὴ δυνάμεθα, τὸ πᾶν συγχωρήσωμεν· γενώμεθα τούτῳ κρείττους τῶν ἠδικηκότων καὶ ὑψηλότεροι· δείξωμεν τί μὲν διδάσκουσιν ἐκείνους οἱ δαίμονες, τί δαὶ ἡμᾶς ἐκπαιδεύει Χριστὸς, ὃς, οἷς πέπονθε τὸ εὐδόκιμον ἔχον, οὐχ ἧττον νενίκηκεν οἷς δυνάμενος οὐ πεποίηκεν. Ἓν ἀντιδῶμεν τῷ Θεῷ χαριστήριον· αὐξήσωμεν χρηστότητι τὸ μυστήριον· εἰς τοῦτο τῷ καιρῷ χρησώμεθα.
37. Νικήσωμεν ἐπιεικείᾳ τοὺς τυραννήσαντας, καὶ μάλιστα μὲν φιλανθρωπία ἔστω τὸ συγχωροῦν, καὶ ἡ τῆς ἐντολῆς δύναμις, τὴν ἴσην ἀντιδιδοῦσα φιλανθρωπίαν ἡμῖν, ἐν οἷς αὐτοὶ χρῄζομεν· ᾧ γὰρ μέτρῳ μετροῦμεν, ἀντιμετρεῖσθαι γινώσκομεν· εἰ δὲ καὶ λίαν τις πικρῶς ἔχει, ἀφῶμεν Θεῷ τοὺς λελυπηκότας, καὶ τῷ ἐκεῖθεν δικαστηρίῳ· μηδὲν τῆς μελλούσης ὀργῆς διὰ τῆς ἡμετέρας χειρὸς ἐλαττώσωμεν. Μὴ δήμευσιν ἐννοήσωμεν, μὴ βήμασι παραστήσωμεν, μὴ πατρίδος ὑπερορίσωμεν, μὴ μάστιξιν αἰκισώμεθα, μηδέ τι τῶν ὅσα πεπόνθαμεν, ἵν᾿ εἴπω συντόμως, δράσωμεν. Ποιήσωμεν κἀκείνους ἐπιεικεστέρους, ἂν ἄρα δυνατὸν, τῷ καθ᾿ ἡμᾶς ὑποδείγματι. Εἴ τῳ πέπονθεν υἱὸς, εἴ τῳ πατὴρ, εἴ τῳ γυνὴ, συγγενὴς, φίλος, ἢ ἄλλος τις τῶν τιμίων, πᾶσι τὸ παθεῖν ἔμμισθον καταστήσωμεν, διὰ τοῦ πεῖσαι φέρειν καρτερῶς ἃ πεπόνθασι· τοῦτο μεῖζον αὐτοῖς ἢ ἄλλο τι χαριούμεθα. Εἴπω καὶ τὸ μέγιστον ὧν εὖ πάσχομεν; δήμοις καταβοῶνται καὶ πόλεσιν οἱ διώξαντες, ἐν θεάτροις, ἐν ἀγοραῖς, ἐν συλλόγοις· τὰ παλαιὰ μακαρίζεται, τὰ νέα στηλιτεύεται, καὶ παρ᾿ αὐτῶν τῶν συνδιωξάντων, ὃ καὶ παράδοξον, αὐτοὶ καθέλκονται παρ᾿ αὐτῶν μετὰ πάσης καταβοήσεως οἱ θεοὶ, ὡς πολὺν αὐτοὺς ἀπατήσαντες χρόνον, καὶ ὀψέ ποτε τῆς ἀπάτης ἐληλεγμένης· καὶ ὁ χθὲς προσκυνητὴς σήμερον ὑβριστής. Τούτων τί μεῖζον ἐπιζητοῦμεν; Νῦν ταῦτα καὶ ἴσως μικρὰ τοῖς ἀθλίοις. Ἔσται καιρὸς, ἡνίκα ὄψομαι τοὺς ἐμοὺς ὑβριστὰς, καὶ τὸν μέγαν τούτων καθηγητὴν, τὴν ἑαυτῶν ἀποκλαιομένους κακίαν, ἡνίκα ἂν πᾶσα κρίνηται καὶ βασανίζηται πονηρία. 38. Ἐῶ τὰ θεῖα καὶ τὰ ἡμέτερα, καὶ τὰς καθ᾿ ἡμᾶς ἐκεῖθεν ἀποκειμένας μάστιγας· ἀλλὰ καὶ ἐπὶ τοὺς σοὺς ἐλθὲ λόγους καὶ φόβους οὐ ποιηταῖς μόνον, ἀλλὰ καὶ ἀνδράσι φιλοσόφοις ἀρέσκοντας, τοὺς Πυριφλεγέθοντάς σου, καὶ τοὺς Κωκυτοὺς, καὶ τοὺς Ἀχέροντας, οἷς ἀδικίαν κολάζουσι, Τάνταλος, Τιτυὸς, Ἰξίων. Ἰουλιανὸς ταύτης ὁ βασιλεὺς ὑμῶν τῆς φρατρίας, μετ᾿ ἐκείνων ἀριθμηθήσεται, καὶ πρὸ ἐκείνων, κατά γε τὸν ἐμὸν λόγον καὶ ὅρον· οὐ δίψῃ κολαζόμενος ἐν λίμναις ἐπιγενείοις, ἢ κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον, ὡς τῇ τραγῳδίᾳ δοκεῖ, ἀεὶ μὲν ἀνωθούμενον, ἀεὶ δὲ κατασυρόμενον· οὐδὲ ῥοιζουμένῳ τροχῷ συγκυκλούμενος, οὐδὲ ὄρνισι τὸ ἧπαρ κειρόμενος, οὔποτε λεῖπον, ἀεὶ δὲ πληρούμενον· εἴτε ἀλήθεια ταῦτά ἐστιν, εἴτε μῦθος, παραδεικνὺς τὴν ἀλήθειαν ἐν τοῖς πλάσμασιν· ἀλλ᾿ ὀψόμεθα τίσι καὶ οἵοις τηνικαῦτα κολαζόμενος, καὶ ὡς πολὺ τούτων χαλεπωτέροις, εἴπερ πρὸς μέτρον τῶν ἁμαρτανομένων αἱ τίσεις καὶ ἀντιδόσεις.
39. Τοῦτό τοι ἀντὶ ποδὸς ξεινήιον, ὦ λῷστε καὶ συνετώτατε, ἵνα σε προσείπω τοῖς σοῖς· ταῦτα οἱ τῶν λόγων ἀποκλεισθέντες ἡμεῖς, κατὰ τὴν μεγάλην καὶ θαυμαστήν σου νομοθεσίαν. Ὁρᾷς, ὡς οὐκ εἰς τέλος ἐμέλλομεν σιωπήσεσθαι, οὐδὲ ἀλογίαν κατακριθήσεσθαι τοῖς σοῖς δόγμασιν, ἀλλὰ ῥήξειν φωνὴν ἐλευθέραν, καὶ τῆς σῆς ἐλεγκτικὴν ἀλογίας; Οὔτε τοὺς Νειλῴους καταῤῥάκτας ἐπισχεῖν μηχανή τις, τοὺς ἀπ᾿ Αἰθιοπίας ὑπὲρ Αἰγύπτου πίπτοντας, οὔτε ἡλιακὴν ἀκτῖνα, κἂν πρὸς ὀλίγον νέφει καλύπτηται· οὔτε Χριστιανῶν γλῶσσαν πεδῆσαι, τὰ ὑμέτερα στηλιτεύουσαν. Ταῦτά σοι Βασίλειος καὶ Γρηγόριος, οἱ τῆς σῆς ἐγχειρήσεως ἀντίθετοι καὶ ἀντίτεχνοι, ὡς αὐτός τε ᾤου, καὶ τοὺς ἄλλους ἔπειθες, ἀποσεμνύνων ἡμᾶς οἷς ἠπείλεις, καὶ θήγων πλέον πρὸς τὴν εὐσέβειαν, οὓς καὶ βίῳ, καὶ λόγῳ, καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ περιφανεῖς, καὶ γνωρίμους ἔτ᾿ ἀπὸ τῆς Ἑλλάδος εἰδὼς, τὴν Κυκλώπειον ἐτίμας τιμὴν, καὶ τελευταίους ἐταμιεύου τῷ διωγμῷ, καὶ δῶρον ἐπινίκιον ἴσως ἐπενόεις τοῖς δαίμοσι μέγα τι καὶ μεγαλοπρεπὲς, εἴ σε ἀπὸ τῆς Περσίδος ὑποδεξώμεθα ἐπανήκοντα, ἢ καὶ συναρπάσειν πρὸς τὸ σὸν βάραθρον ἤλπισας, κακῶς οἰόμενος. 40. Οὐ γὰρ ἀγεννέστεροι τῶν νεανίσκων ἐκείνων ἡμεῖς, τῶν ἐν πυρὶ δροσισθέντων καὶ θῆρας νικησάντων ἐκ πίστεως, καὶ μητρὶ γενναίᾳ, καὶ ἱερεῖ γενναιοτέρῳ προθύμως συγκινδυνευσάντων, καὶ δειξάντων, ὅτι μόνον τῶν ἁπάντων πίστις ἀνάλωτον· ἢ τούτων δὴ τῶν ἐπὶ σοῦ νεανίσκων, ὧν ὁ μὲν τὴν μητέρα τῶν σῶν θεῶν καθυβρίσας, καὶ βωμὸν διασπείρας, προσήχθη μὲν ὡς κατάκριτος, εἰσῆλθε δὲ ὡς νικηφόρος, καὶ πολλά σου τῆς ἁλουργίδος καὶ τῶν λόγων καταγελάσας, ὡς ψηφολογικῶν καὶ γελοίων, μετὰ πλείονος ἐξῆλθε τῆς παῤῥησίας, ὡς εἴ τις ἀπὸ δείπνου ἐπαναστρέφων καὶ λαμπρᾶς ἑστιάσεως· ὁ δὲ πᾶν τὸ σῶμα δορκαλίσι καταξανθεὶς εἰς βάθος, καὶ μικρὰ πνέων ἔτι τοῖς τραύμασι, τοσοῦτον ἀπεῖχεν ἐνδιδόναι πρὸς τὰς βασάνους, ἢ δεινόν τι τῶν παρόντων νομίζειν, ὥστε, ἐπειδή τι τοῦ σώματος εἶδεν ἀνεπηρέαστον ταῖς πληγαῖς, καὶ προσῃτιᾶτο τοὺς βασανιστὰς, ὡς ὑβριστὰς, καὶ οὐ πᾶν τὸ σῶμα τιμήσαντας, ἀλλά τι παρέντας ἄξαντον καὶ ἀνίερον· παραδεικνὺς ἅμα τὴν κνήμην, ὡς μόνην διαφυγοῦσαν τοὺς ὄνυχας, καὶ μηδὲ ταύτης φείδεσθαι διακελευόμενος.
41. Οὗτος ὁ λόγος σοι τῶν Πορφυρίου ψευσμάτων καὶ ληρημάτων, οἷς ὑμεῖς ὡς θείαις φωναῖς ἀγάλλεσθε, ἢ τοῦ σοῦ Μισοπώγωνος, εἴτ᾿ οὖν Ἀντιοχικοῦ (ἀμφότερα γὰρ ἐπιγράφεις τῷ λόγ)ῳ, οὗ τι Χριστιανοῖς ἀτιμότερον· ὃν τότε μὲν ἡ πορφυρὶς μέγαν ἐποίει, καὶ οἱ πάντα τὰ σὰ θαυμάζοντες κόλακες· νῦν δὲ πώγων ἐστὶ περιφερόμενος καὶ περισυρόμενος, καὶ τοῖς συμπεπονηκόσιν ὁμοῦ γελώμενος, ἐν ᾧ σὺ μὲν ἀπερίττῳ τοῦ σώματος, καὶ τῷ μηδεπώποτε τυχεῖν ἀπεπτήσας ἐξ ἀπληστίας, μέγα φυσᾷς, ὡς δή τι θαυμάσιον λέγων· ὅτι δὲ Χριστιανοὺς ἤλασας οὕτω πικρῶς, καὶ τοσοῦτον ἔθνος καὶ οὕτως ἱερὸν παρανάλωσας, ἑκὼν παρατρέχεις. Καίτοι γε ἑνὸς μὲν ἀνδρὸς ἀπεπτήσαντος, ἢ ἐρυγὰς φυσικὰς ἀφέντος, τί παρὰ τοῦτο τῷ κοινῷ βλάβος; τοσούτου δὲ διωγμοῦ κινηθέντος, καὶ τοσαύτης καινοτομηθείσης συγχύσεως, πῶς οὐκ ἀνάγκη πᾶσα τὰ Ῥωμαίων ἔχειν κακῶς, ὥσπερ οὖν καὶ ἐσχηκότα φαίνεται;
42. Αὕτη σοι παρ᾿ ἡμῶν στήλη, τῶν Ἡρακλείων στηλῶν ὑψηλοτέρα τε καὶ περιφανεστέρα· αἱ μὲν γὰρ ἐφ᾿ ἑνὸς τόπου πεπήγασι, καὶ μόνοις εἰσὶ θεαταὶ τοῖς ἐκεῖσε ἀφικνουμένοις· τὴν δὲ οὐκ ἔστι μὴ πανταχοῦ καὶ πᾶσι γνωρίζεσθαι κινουμένην, ἣν καὶ ὁ μέλλων ὑπολήψεται χρόνος, εὖ οἶδα, σέ τε καὶ τὰ σὰ στηλιτεύουσαν, καὶ τοὺς λοιποὺς πάντας παιδεύουσαν, μή τινα τοιαύτην κατὰ Θεοῦ τολμᾷν ἐπανάστασιν, ἵνα μὴ, τὰ ὅμοια δράσαντες, τῶν ἴσων καὶ ἀντιτύχωσιν.

ΛΟΓΟΣ 6.

Εἰρηνικὸς, ἐπὶ τῇ ἑνώσει τῶν μοναζόντων, μετὰ τὴν σιωπὴν, ἐπὶ παρουσίᾳ τοῦ πατρὸς αὐτοῦ.

1. Λύει μου τὴν γλῶτταν ἡ προθυμία, καὶ περιφρονῶ τὸν ἀνθρώπινον νόμον διὰ τὸν νόμον τοῦ Πνεύματος· καὶ δίδωμι τῇ εἰρήνῃ τὸν λόγον, οὔπω πρότερον οὐδενὶ συγχωρήσας. Πρότερον μὲν γὰρ ἡνίκα ἐστασίαζε πρὸς ἡμᾶς τὰ μέλη, καὶ τὸ μέγα καὶ τίμιον σῶμα τοῦ Χριστοῦ διῃρεῖτο καὶ διεκόπτετο, ὡς μικροῦ καὶ διασκορπίζεσθαι τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην, οἷον γῆς βάθος ἀρότρῳ ῥηγνύμενον, καὶ κατὰ γῆς σκεδαννύμενον, καὶ τὸν ἄτμητον, καὶ ἀμέριστον, καὶ ὑφαντὸν δι᾿ ὅλου χιτῶνα κατατεμὼν ὁ πονηρὸς ὅλον ἑαυτοῦ πεποίητο, τοῦτο δι᾿ ἡμῶν δυνηθεὶς, ὃ διὰ τῶν τὸν Χριστὸν σταυρωσάντων οὐκ ἴσχυσεν· τότε μὲν δὴ φυλακὴν ἐθέμην τοῖς χείλεσιν, οὐδ᾿ ἄλλως προθύμοις οὖσι περὶ τὸν λόγον, ὅτι τῇ δι᾿ ἔργων φιλοσοφίᾳ καθᾶραι πρῶτον ἐμαυτὸν, εἶτα τὸ στόμα τῆς διανοίας ἀνοίξας ἑλκῦσαι πνεῦμα, εἶτα ἐξερεύξασθαι λόγον ἀγαθὸν, καὶ λαλεῖν Θεοῦ σοφίαν τελείαν ἐν τοῖς τελείοις, ἀκολουθίας εἶναι πνευματικῆς ὑπελάμβανον· καὶ ὥσπερ καιρὸς ἐπὶ παντὶ πράγματι καὶ μικρῷ καὶ μείζονι (τὸ γὰρ τοῦ Σολομῶντος εὖ ἔχει καὶ λίαν ἐπεσκεμμένω)ς, οὕτω καὶ λόγου καὶ σιωπῆς, εἰ καί τις ἄλλος, καιρὸν ἐγίνωσκον.
2. Διὰ τοῦτο ἐκωφώθην καὶ ἐταπεινώθην, πόῤῥω παντὸς ἀγαθοῦ γενόμενος· καὶ οἷόν τι νέφος τὴν ἐμὴν καρδίαν ὑποδραμὸν συνεκάλυψε τὴν ἀκτῖνα τοῦ λόγου, καὶ τὸ ἄλγημά μου νυκτὸς καὶ ἡμέρας ἀνεκαινίζετο. Καὶ πάντα μοι ἦν ὑπεκκαύματα καὶ ὑπομνήματα τῆς τῶν ἀδελφῶν διαζεύξεως, ἀγρυπνίαι, νηστεῖαι, προσευχαὶ, δάκρυα, τύλοι γονάτων, στηθῶν, ἐπιτιμήσεις, στεναγμὸς ἐκ βάθους ἀναπεμπόμενος, στάσις πάννυχος, νοῦ πρὸς Θεὸν ἐκδημία, θρῆνος ἐν δεήσει λεπτὸς, φάρμακον τοῖς ἀκούουσι κατανύξεως, οἱ ψάλλοντες, οἱ δοξάζοντες, οἱ μελετῶντες τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς, οἱ τὰς ὑψώσεις τοῦ Θεοῦ ἐν τοῖς λάρυγξι φέροντες· καὶ ταῦτα δὴ τὰ καλὰ τοῦ κατὰ Θεὸν βίου προγράμματα καὶ μηνύματα, οἱ σιωπῶντες κήρυκες, αὐχμῶσα καὶ πιναρὰ κόμη, πόδες γυμνοὶ καὶ τοῖς ἀποστολικοῖς ἑπόμενοι, μηδὲν νεκρὸν φέροντες, κουρὰ σύμμετρος, περιβολὴ τύφον κολάζουσα, ζώνη τῷ ἀκόσμῳ κοσμία, μικρόν τι τοῦ χιτῶνος ἀναστέλλουσα, καὶ ὅσον μὴ ἀναστέλλειν, βάδισμα εὐσταθὲς, ὀφθαλμὸς οὐ πλανώμενος, μειδίαμα προσηνὲς, μᾶλλον δὲ ὁρμὴ μειδιάματος, ἀκρασίαν γέλωτος σωφρονίζουσα, λόγος τῷ λόγῳ κινούμενος, σιωπὴ λόγου τιμιωτέρα, ἔπαινος ἅλατι ἠρτυμένος, οὐ πρὸς θωπείαν, ἀλλ᾿ ὁδηγίαν τοῦ κρείττονος, ἐπίπληξις εὐφημίας ποθεινοτέρα, μέτρα κατηφείας καὶ ἀνέσεως, καὶ ἡ δι᾿ ἀμφοτέρων μίξις καὶ κρᾶσις, τὸ ἁπαλὸν τῷ γενναίῳ, τὸ αὐστηρὸν αἰδοῖ σύγκρατον, ὡς μηδ᾿ ἕτερον ὑπὸ τοῦ ἑτέρου παραβλάπτεσθαι, ἀλλ᾿ ἀμφότερα δι᾿ ἀλλήλων εὐδοκιμεῖν· μέτρα τῆς εἰς τὸ κοινὸν ἐπιμιξίας καὶ ὑποχωρήσεως, τῆς μὲν τοὺς ἄλλους παιδαγωγούσης, τῆς δὲ τῷ Πνεύματι μυσταγωγούσης, καὶ τῆς μὲν ἐν τῷ κοινῷ τὸ ἄκοινον φυλαττούσης, τῆς δὲ ἐν τῷ ἀμίκτῳ τὸ φιλάδελφον καὶ φιλάνθρωπον· καὶ ἃ μείζω τούτων ἔτι καὶ ὑψηλότερα, ὁ ἐν πενίᾳ πλοῦτος, ἡ ἐν παροικίᾳ κατάσχεσις, ἡ ἐν ἀτιμίᾳ δόξα, ἡ ἐν ἀσθενείᾳ δύναμις, ἡ ἐν ἀγαμίᾳ καλλιτεκνία (εἴπερ κρείττονα τῶν ἀπὸ σαρκὸς ἀρχομένων τὰ κατὰ Θεὸν γεννήματ)α· οἱ τρυφῶντες τῷ μὴ τρυφᾷν, οἱ ταπεινοὶ ὑπὲρ τῶν οὐρανίων· οἱ μηδὲν ἐν κόσμῳ, καὶ ὑπὲρ τὸν κόσμον· οἱ σαρκὸς ἔξω καὶ ἐν σαρκὶ, ὧν μερὶς Κύριος, οἱ πτωχοὶ διὰ βασιλείαν, καὶ διὰ πτωχείαν βασιλεύοντες.
3. Οὗτοί με καὶ παρόντες λαμπρὸν ἐποίουν, ἡ ἐμὴ περιουσία, τὸ ἐμὸν ἀγαθὸν ἐντρύφημα, καὶ ἀπόντες συνέστελλον. Ταῦτά μοι συνεῖχε τὴν ψυχὴν ταῦτα ἐτάρασσεν. Ἐκ τούτων ἐγὼ πενθῶν καὶ σκυθρωπάζων ἐπορευόμην· διὰ ταῦτα μετὰ τῶν ἄλλων τερπνῶν καὶ τὸν λόγον ἀπεσεισάμην· ὅτι ἀπελάκτισαν οἱ ἠγαπημένοι, καὶ ἔστρεψαν ἐπ᾿ ἐμὲ νῶτα αὐτῶν καὶ οὐ πρόσωπον, καὶ γεγόνασι ποίμνιον ἐλευθεριώτερον τοῦ ποιμαίνοντος, ἵνα μὴ εἴπω νεανικώτερον· ὅτι ἐστράφη εἰς πικρίαν ἐμοὶ ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ τῷ καλῷ γεωργῷ κάλλιστα κεκαθαρμένη, καὶ ταῖς θείαις ληνοῖς γεωργοῦσα τὸ καλὸν γεώργιον· ὅτι οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· ὅτι διειλόμεθα τὸν Χριστὸν, οἱ λίαν φιλόθεοι καὶ φιλόχριστοι, καὶ ὑπὲρ τῆς ἀληθείας ἀλλήλων κατεψευσάμεθα, καὶ διὰ τὴν ἀγάπην μῖσος ἐμελετήσαμεν, καὶ ὑπὲρ τοῦ ἀκρογωνιαίου διελύθημεν, καὶ ὑπὲρ τῆς πέτρας ἐσείσθημεν· ὅτι πλέον ἢ καλῶς εἶχεν ὑπὲρ τῆς εἰρήνης ἐπολεμήσαμεν, καὶ ὑπὲρ τοῦ ὑψωθέντος ἐπὶ τὸ ξύλον κατενηνέγμεθα, καὶ ὑπὲρ τοῦ ταφέντος καὶ ἀναστάντος ἐθανατώθημεν.
4. Πρότερον μὲν ταῦτα· καὶ τί ἄν τις ἐν καιρῷ φαιδρότητος ἀναξαίνοι τὴν ἀηδίαν, ἐνδιατρίβων τοῖς λυπηροῖς, ὧν ἀπευκταῖα μὲν ἡ πεῖρα, φευκτὴ δὲ ἡ μνήμη; Κρείττων δὲ σιωπὴ λόγου, τὸ συμπεσὸν ἡμῖν θραῦσμα λήθης βάθεσι συγκαλύπτουσα· πλὴν εἴ τις διὰ τοῦτο καὶ μόνον ἀνακινοίη τὴν μνήμην τῶν λυπηρῶν, ἵνα τῷ ὑποδείγματι παιδευώμεθα, καὶ ὥσπερ ἐν τοῖς νοσήμασι φεύγωμεν τὰς αἰτίας, ἐξ ὧν εἰς ταῦτα ὑπήχθημεν. Νυνὶ δὲ ἡνίκα ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός· ἡνίκα γεγόναμεν οἱ τοῦ ἑνὸς ἑν, καὶ οἱ τῆς Τριάδος συμφυεῖς, καὶ ὁμόψυχοι, καὶ ὁμότιμοι· οἱ τοῦ Λόγου τῆς ἀλογίας ἐκτός· οἱ τοῦ Πνεύματος οὐ κατ᾿ ἀλλήλων, ἀλλὰ σὺν ἀλλήλοις ζέοντες· οἱ τῆς Ἀληθείας τὸ αὐτὸ φρονοῦντες καὶ λέγοντες· οἱ τῆς Σοφίας εὐσύνετοι· οἱ τοῦ Φωτὸς ὡς ἐν ἡμέρᾳ εὐσχημονοῦντες· οἱ τῆς Ὁδοῦ πάντες εὐθυποροῦντες· οἱ τῆς Θύρας πάντες ἐντός· οἱ τοῦ Προβάτου καὶ τοῦ Ποιμένος πρᾶοι, καὶ τῆς αὐτῆς μάνδρας, καὶ ποιμένος ἑνός· οὐκ ἐν σκεύεσι ποιμένος ἀπείρου ποιμαίνοντος, οὐδὲ καταφθείροντος τὰ πρόβατα τῆς νομῆς, οὐδὲ προιεμένου τοῖς λύκοις καὶ τοῖς κρημνοῖς, ἀλλὰ καὶ λίαν περιεσκεμμένου καὶ ἐπιστήμονος· ἡνίκα γεγόναμεν οἱ τοῦ παθόντος ὑπὲρ ἡμῶν συμπαθεῖς, καὶ ἀλλήλοις τὰ βάρη συνεπικουφίζοντες· οἱ τῆς Κεφαλῆς, σῶμα ἑν συναρμολογούμενοι καὶ συμβιβαζόμενοι κατὰ πᾶσαν συνάφειαν τὴν ἐν Πνεύματι· ἡνίκα ὁ ποιῶν πάντα καὶ μετασκευάζων πρὸς τὸ λυσιτελέστερον ἔστρεψε τὸν κοπετὸν εἰς χαρὰν ἡμῖν, καὶ τοῦ σάκκου τὴν εὐφροσύνην ἀντέδωκε, τηνικαῦτα συναποδύομαι τοῖς παρελθοῦσι τὴν σιωπὴν, καὶ προσάγω τῷ παρόντι καιρῷ καὶ ὑμῖν τὸν λόγον, μᾶλλον δὲ τῷ Θεῷ χαριστήριον θυσίαν οἰκειοτάτην, δῶρον χρυσοῦ καθαρώτερον, λίθων πολυτελῶν τιμαλφέστερον, ὑφασμάτων πολυτελέστερον, θυσίας νομικῆς ἁγιώτερον, πρωτοτόκων ἀπαρχῆς ἱερώτερον, ἀρέσκον Θεῷ ὑπὲρ μόσχον νέον, κέρασι καὶ ὁπλαῖς ἀτελῆ καὶ ἀναίσθητον ὑπὲρ θυμίαμα, ὑπὲρ ὁλοκαύτωμα ὑπὲρ μυριάδας ἀρνῶν πιόνων, οἷς ὁ στοιχειόδης νόμος ἐκράτει τὸν ἔτι νήπιον Ἰσραὴλ, ταῖς ἐναίμοις θυσίαις σκιαγραφῶν τὴν μέλλουσαν.
5. Τοῦτο προσφέρω Θεῷ, τοῦτο ἀνατίθημι ὃ μόνον ἐμαυτῷ κατέλιπον, ᾧ πλουτῶ μόνῳ. Τὰ μὲν γὰρ ἄλλα παρῆκα τῇ ἐντολῇ καὶ τῷ Πνεύματι· καὶ τὸν πολύτιμον μαργαρίτην πάντων ὧν εἶχόν ποτε ἀντηλλαξάμην, καὶ γέγονα μεγαλέμπορος, μᾶλλον δὲ γενέσθαι δι᾿ εὐχῆς ἔχω τῶν μικρῶν, καὶ πάντως φθαρησομένων ὠνησάμενος τὰ μεγάλα καὶ μὴ λυόμενα· τοῦ Λόγου δὲ περιέχομαι μόνου, ὡς Λόγου θεραπευτὴς, καὶ οὐκ ἄν ποτε ἑκὼν τούτου τοῦ κτήματος ἀμελήσαιμι· ἀλλὰ καὶ τιμῶ, καὶ ἀσπάζομαι, καὶ χαίρω μᾶλλον ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις, οἷς οἱ πολλοὶ χαίρουσιν· καὶ ποιοῦμαι παντὸς τοῦ βίου κοινωνὸν, καὶ σύμβουλον ἀγαθὸν καὶ συνόμιλον, καὶ ἡγεμόνα τῆς ἐπὶ τὰ ἄνω ὁδοῦ, καὶ συναγωνιστὴν πρόθυμον· καὶ ἐπειδὴ πᾶν ἀτιμάζω τερπνὸν κάτω μένον, εἰς τοῦτό μοι πᾶν ἐκενώθη τὸ φίλτρον μετὰ Θεόν· μᾶλλον δὲ καὶ εἰς τοῦτον· ὅτι πρὸς Θεὸν φέρει μετὰ συνέσεως ᾧ δὴ καὶ μόνῳ Θεὸς καταλαμβάνεται γνησίως, καὶ τηρεῖται, καὶ ἐν ἡμῖν αὔξεται. Εἶπον τὴν Σοφίαν ἐμὴν ἀδελφὴν εἶναι· καὶ ἐτίμησα ταύτην, καὶ περιέλαβον, ὡς ἦν ἐφικτὸν ἐμοί· καὶ ζητῶ τῇ ἐμῇ κεφαλῇ τὸν στέφανον τῶν χαρίτων καὶ τῆς τρυφῆς, ἃ δὴ σοφίας χαρίσματα, καὶ λόγου τοῦ ἐν ἡμῖν τὸ ἡγεμονικὸν καταλάμποντος, καὶ φωτίζοντος ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα.
6. Τούτῳ χαλινῶ θυμὸν ἐκφερόμενον, τούτῳ κοιμίζω φθόνον τήκοντα, τούτῳ προσαναπαύω λύπην, δεσμὸν καρδίας, τούτῳ σωφρονίζω διάχυσιν ἡδονῆς, τούτῳ μετρῶ μῖσος, ἀλλ᾿ οὐ φιλίαν· τὸ μὲν γὰρ μετρεῖσθαι δεῖ, τῆς δὲ μηδένα γινώσκειν ὅρον. Οὗτος εὐποροῦντά με ποιεῖ μέτριον, καὶ πένητα μεγαλόψυχον· οὗτος εὐδρομοῦντί με πείθει συντρέχειν, καὶ πίπτοντι χεῖρα ὀρέγειν, καὶ ἀσθενοῦντι συνασθενεῖν, καὶ ἰσχύοντι συνευφραίνεσθαι. Μετὰ τούτου πατρὶς καὶ ξένη τὸ ἴσον ἐμοὶ, καὶ τόπων μετάστασις ἀλλοτρίων ὁμοίως, ἀλλ᾿ οὐκ ἐμῶν. Οὗτός μοι διαιρεῖ κόσμους, καὶ τοῦ μὲν ἀπάγει, τῷ δὲ προστίθησιν· οὗτός με καὶ διὰ τῶν δεξιῶν ὅπλων διεξάγει τῆς δικαιοσύνης οὐκ ἐπαιρόμενον, κἂν τοῖς ἀριστεροῖς καὶ τραχυτέροις συμφιλοσοφεῖ, τὴν οὐ καταισχύνουσαν ἐλπίδα παραζευγνὺς καὶ τὸ παρὸν κουφίζων τῷ μέλλοντι. Τούτῳ καὶ νῦν δεξιοῦμαι τοὺς ἐμοὺς φίλους καὶ ἀδελφοὺς, καὶ προτίθημι τράπεζαν λογικὴν, καὶ κρατῆρα πνευματικὸν καὶ ἀένναον· οὐχ οἷς ἡ κάτω τράπεζα κολακεύει τὴν καταργουμένην γαστέρα, καὶ ἀθεράπευτον.
7. Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἐκαρτέρησα ὡσεὶ τίκτουσα, μὴ καρτερήσω διαπαντός; Τῷ μὲν γὰρ Ζαχαρίᾳ λύει τὴν σιωπὴν γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐκ ἔπρεπε τὸν πατέρα τῆς φωνῆς σιωπᾷν, ταύτης προελθούσης· ἀλλ᾿ ὥσπερ ἀπιστηθεῖσα τὴν γλῶσσαν ἔδησεν, οὕτω φανερωθεῖσα δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν, ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη φωνὴ καὶ λύχνος, Λόγου καὶ φωτὸς πρόδρομος· ἐμοὶ δὲ λύει τὴν γλῶσσαν, καὶ ὑψοῖ τὴν φωνὴν, ὡς σάλπιγγος, ἡ παροῦσα εὐεργεσία, καὶ τὸ κάλλιστον τοῦτο θέατρον, τὰ τέκνα τοῦ Θεοῦ διεσκορπισμένα, συνηγμένα εἰς ἑν, καὶ ὑπὸ τὰς αὐτὰς ἀναπαυόμενα πτέρυγας, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ πορευόμενα ἐν ὁμονοίᾳ, καὶ μίαν ἁρμονίαν ἡρμοσμένα τὴν τοῦ καλοῦ καὶ τοῦ Πνεύματος· ὅτε οὐκ ἔτι φέρομεν ἀλλήλους καὶ ἄγομεν, τοσοῦτον ὑπὸ τοῦ πονηροῦ κλαπέντες, ἢ βιασθέντες, καὶ κατατοξευθέντες ἐν σκοτομήνῃ τὸν νοῦν, ἣν αὐτὸς ἡμῖν ἐπήγειρεν· καὶ οὐκ οἶδ᾿ ὅτι χρὴ λέγειν, ὥστε καὶ τοῖς ἀλλήλων κακοῖς ἐπευφραίνεσθαι, καὶ μὴ νομίζειν τοῦ παντὸς εἶναι ζημίαν τὴν ἀλλήλων κατάλυσιν· ὅτε Ἰούδας καὶ Ἰσραὴλ τίθενται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ Ἱερουσαλὴμ καὶ Σαμάρεια πρὸς μίαν τὴν ἄνω Ἱερουσαλὴμ συνάγονται, καὶ οὐκ ἔτι Παύλου, καὶ Ἀπολλὼ, καὶ Κηφᾶ, ὑπὲρ ὧν, καὶ καθ᾿ ὧν ἡ φυσίωσις, πάντες δὲ Χριστοῦ γεγόναμεν.
8. Ἀλλ᾿ ἐπειδὴ κἀμὲ, καὶ τὸν λόγον ἔχετε, καὶ διὰ τῆς ἀγάπης οὐκ ἄκοντα τυραννήσαντες, φθέγξομαι μὲν, εἰ καὶ μόλις, ἐπειδὴ τοῦτο κελεύετε· φθέγξομαι δὲ εὐχαριστίας καὶ νουθεσίας ῥήματα. Ἡ μὲν οὖν εὐχαριστία τοιαύτη. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; Τίς δὲ πάσαις ἀκοαῖς παραστήσει τὴν ἐπὶ πᾶσιν αἴνεσιν; ὅτι γέγονε τὰ ἀμφότερα ἑν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται· ὅτι ἔπαυσας ἡμᾶς ὄντας παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς· ὅτι τοσοῦτον ἡμᾶς ἐκάκωσας, ὅσον τὸ τῆς εἰρήνης ἀγαθὸν τῇ διαστάσει γνωρίσαι, καὶ ἀλγεῖν ποιήσας, πάλιν ἀποκατέστησας· ὢ τοῦ παραδόξου τῆς ἰατρεία!ς παιδεύσας εἰς εἰρήνην διὰ τοῦ μίσους μισηθέντος ὡς τάχιστα, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον οἰκονομήσας, καὶ τοσοῦτον ἡμᾶς διαζεύξας, ὅσον θερμοτέρους προσδραμεῖν ἀλλήλοις· καθάπερ τῶν φυτῶν ἃ βίᾳ χερσὶ μετασπώμενα, εἶτα ἀφιέμενα, πρὸς ἑαυτὰ πάλιν ἀνατρέχει, καὶ τὴν πρώτην ἑαυτῶν φύσιν, καὶ δείκνυσι τὸ οἰκεῖον, βίᾳ μὲν ἀποκλινόμενα, οὐ βίᾳ δὲ ἀνορθούμενα· ὅτι μηκέτι χεὶρ τὸν ὀφθαλμὸν περιφρονεῖ, μηδ᾿ ὀφθαλμὸς χεῖρα· ὅτι μηκέτι ποδῶν κατεξανίσταται κεφαλὴ, μηδὲ κεφαλῆς ἀλλοτριοῦνται πόδες, οὐ μᾶλλον βλάπτοντες ἢ βλαπτόμενοι τῇ ἀταξίᾳ καὶ ἀναρχίᾳ, ἣ καὶ τοῦ παντός ἐστι σύγχυσις καὶ διάλυσις· ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη τάξει καὶ θεσμῷ φύσεως, τῷ δι᾿ ἀλλήλων τὰ πάντα συνδήσαντι καὶ φυλάξαντι· καὶ πεφήναμεν ἑν σῶμα καὶ πνεῦμα ἑν, καθὼς καὶ κεκλήμεθα ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως.
9. Διὰ τοῦτο ὁ λαὸς ὁ πτωχὸς αἰνέσει σε, πλούσιος ἐξ ἀπόρου γενόμενος· ὅτι ἐθαυμάστωσας τὰ ἐφ᾿ ἡμᾶς ἐλέη σου, καὶ προστέθειταί τι τοῖς παλαιοῖς διηγήμασιν. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· ὅτι, κόκκον καταβαλὼν, στάχυν ἐκομισάμην· ὅτι, πρόβατα πενθῶν, ποιμένας προσεκτησάμην· καὶ προςήψομαί γε, εὖ οἶδα, τῶν ποιμένων τὸν τιμιώτατον, εἰ καὶ λόγοις τισὶ πνευματικοῖς τὴν ποιμαντικὴν ἀναβάλλεται, πιστευθέντα μὲν τὸ Πνεῦμα καὶ τῶν ταλάντων τὴν ἐργασίαν, καὶ τοῦ ποιμνίου τὴν ἐπιμέλειαν, καὶ χρισθέντα τῷ χρίσματι τῆς ἱερωσύνης καὶ τελειώσεως, ἔτι δὲ ἀναβαλλόμενον τὴν ἐπιστασίαν ὑπὸ σοφίας, καὶ τὸν λύχνον ὑπὸ τῷ μοδίῳ κατέχοντα (ὃν θήσει μετ᾿ ὀλίγον ἐπὶ τὴν λυχνίαν, πᾶσαν τὴν τῆς Ἐκκλησίας ψυχὴν περιλάμψοντα, καὶ φῶς ταῖς τρίβοις ἡμῶν ἐσόμενον), ἔτι περισκοποῦντα νάπας, καὶ ὄρη, καὶ νάματα, καὶ τοῖς ἅρπαξι τῶν ψυχῶν λύκοις ἐπινοοῦντα θήρατρα, ἵν᾿ ἐν καιρῷ εὐθέτῳ καὶ τὴν βακτηρίαν δέξηται, καὶ συμποιμαίνῃ τῷ ἀληθινῷ ποιμένι τὸ λογικὸν τοῦτο ποίμνιον, ἐν τόπῳ χλόης κατασκηνῶν τοῖς ἀειθαλέσι τοῦ Θεοῦ λόγοις καὶ ἐκτρέφων ὕδατι ἀναπαύσεως, εἴτουν Πνεύματι. Τοῦτο μὲν οὖν καὶ ἐλπίζομεν καὶ εὐχόμεθα· ἐμοὶ δὲ ἤδη καιρὸς προσθεῖναι τῇ εὐχαριστίᾳ καὶ τὴν παραίνεσιν· ποιήσομαι δὲ καὶ ταύτην, ὡς οἷόν τε, βραχυτάτην, ἐπειδὴ τὸ πλεῖστον τῆς νουθεσίας διὰ τῶν ἔργων αὐτῶν προειλήφατε καὶ οὐ μακροτέρων δεῖ λόγων τοῖς πείρᾳ πεπαιδευμένοις.
10. Ἔδει μὲν, ἀδελφοὶ, μήτε διαιρεθῆναι τὸ πρῶτον, μήτε τὸ παλαιὸν ἡμῖν καταλυθῆναι ἀξίωμα καὶ καλλώπισμα· ᾧ, καίτοι μικρὰν οὖσαν ἡμῶν τὴν ποίμνην, καὶ μηδ᾿ ὀνομάζεσθαι ἀξίαν ἐν ποιμνίοις ἀριθμουμένοις, τοῖς μεγίστοις ἐξ ἴσου εἶχον καὶ πλατυτάτοις· ἔστι δ᾿ ὧν καὶ προετίθουν ἐν τῇ δυνάμει τοῦ Πνεύματος. Καὶ γὰρ οὕτως εἶχεν, ἄλλου μὲν ἄλλο τι καλλώπισμα ἢ μικρὸν, ἢ μεῖζον, τῆς δὲ ἡμετέρας ποίμνης ἰδιώτατον ἦν τὸ ἄῤῥηκτόν τε καὶ ἀστασίαστον· ὥστε δὲ καὶ τὴν Νῶε κιβωτὸν πολλάκις ὀνομασθῆναι, μόνην διαφυγοῦσαν τὴν τοῦ κόσμου παντὸς ἐπίκλυσιν, καὶ τὰ σπέρματα τῆς εὐσεβείας ἐν αὐτῇ διασώζουσαν. Ἐπειδὴ δὲ ἠλέγχθημεν ὄντες ἄνθρωποι, καὶ οὐ πάντη διεφύγομεν τοῦ πονηροῦ τὸν φθόνον, οὐδὲ τῆς πάντα κατεχούσης νόσου κρείττους πεφήναμεν· ἀλλὰ τῆς κοινῆς συμφορᾶς μέρος, καὶ αὐτοὶ μετειλήφαμεν, καὶ τὴν καλὴν καὶ πατρῴαν κληρονομίαν, τὸ τῆς ὁμονοίας ἀγαθὸν, οὐκ εἰς τέλος διεφυλάξαμεν, οὐ μικρὸν μὲν κἀνταῦθα τοὺς ἄλλους ἐπλεονεκτήσαμεν (εἴ τι δεῖ καὶ καυχήσασθαι κατὰ τῆς ἡμετέρας ἔχθρας Χριστῷ θαῤῥήσαντα)ς, τὸ καὶ τελευταῖοι ταῦτα παθεῖν, καὶ πρῶτοι διορθωθῆναι. Τὸ μὲν γὰρ ἀῤῥωστῆσαι τῆς κοινῆς φύσεως, καὶ τῆς ἀσθενείας τῆς ἀνθρωπίνης, ἣ πάντων ἅπτεται, καὶ τῶν λίαν ἰσχυρῶν τὸ σῶμα καὶ τὴν διάνοιαν· τὸ δὲ θεραπευθῆναι, καὶ πρὸς ἀλλήλους ἐπανελθεῖν, τοῦ λογισμοῦ καὶ τῆς χάριτος, ἣ καλῶς ἡμῖν καὶ δικαίως ἐβράβευσε, καὶ κρεῖττον ἢ κατὰ τὰς ἡμετέρας εὐχὰς, καὶ τὰς τῶν ἄλλων ἐλπίδας.
11. Ἡμεῖς τε γὰρ τὰς δοθείσας τῷ τμήματι κεφαλὰς, ὡς ὑπὲρ εὐσεβείας καινοτομηθείσας, καὶ εἰς βοήθειαν τοῦ ὀρθοῦ λόγου κάμνοντος, ἐν χάριτι προσηκάμεθα, καὶ οὐχ ὡς ἐχθροὺς ἀπεστράφημεν, ἀλλ᾿ ὡς ἀδελφοὺς περιεπτυξάμεθα μικρὸν ὑπὲρ κλήρου πατρικοῦ στασιάσαντας ἀδελφικῶς, ἀλλ᾿ οὐ πονηρῶς· καὶ τῆς μὲν ἔχθρας οὐκ ἐπῃνέσαμεν, τοῦ ζήλου δὲ ἀπεδεξάμεθα· κρείσσων γὰρ ἐμπαθοῦς ὁμονοίας ἡ ὑπὲρ εὐσεβείας διάστασις· καὶ διὰ τοῦτο προσθήκην ἑαυτῶν τὴν ὑφαίρεσιν πεποιήμεθα, κλέψαντες ἀγάπῃ τὴν καθ᾿ ἡμῶν ἐπίνοιαν, καὶ τοσοῦτον τῆς τάξεως ἐναλλάξαντες, ὅσον μὴ τῇ ψήφῳ τὴν χάριν ἀκολουθῆσαι, τὴν δὲ ψῆφον τῇ χάριτι, καὶ χερσὶν ἀλλοτρίαις εἰς ταύτην προσχρήσασθαι, μικρόν τι προληφθέντες ὑπὸ τοῦ Πνεύματος· ὑμεῖς τε, τὴν κατὰ τοῦ γράμματος ἀφέντες ὑπόνοιαν, τῷ πνεύματι προσεδράμετε· τῆς μὲν ἁπλότητος οὐκ ἐπαινέσαντες ἐπὶ τῷ φαινομένῳ τῶν ῥημάτων, ἀσέβειαν δὲ οὐκ ἐννοήσαντες· ἀλλ᾿ εἰδότες, ὅτι ἄπτωτος παρ᾿ ἡμῖν ἡ Τριὰς καὶ ἀσάλευτος, οὐδέν γε ἧττον ἢ ἐν αὐτῇ τῇ φύσει, καὶ τὸ περικόψαι τι τῶν τριῶν ἢ ἀποξενῶσαι ἴσον ἡμῖν καὶ τὸ πᾶν ἀνελεῖν, καὶ κατὰ πάσης χωρῆσαι γυμνῇ τε κεφαλῇ τῆς θεότητος. Καὶ ταῦτα παρ᾿ αὐτὴν ἀλλήλων ὑπεραπολογούμεθα τὴν διάστασιν, ἔστιν ὅτε καὶ παρ᾿ οἷς ἀνθρώπων, ὅπερ δὴ καὶ μέγιστος τῆς ἀληθείας ἔλεγχος, οὐδὲ ὑπὸ τοῦ καιροῦ νικωμένης, οὐδὲ τῆς ἔχθρας παντελῶς τὸν σπινθῆρα τῆς ἐν ἡμῖν ἀγάπης καταλυούσης· ὅτι τὸ μέγιστον ὑπῆν ἡμῖν καὶ στασιάζουσιν ἡ ὁμοδοξία, καὶ τὸ συνειδέναι μὴ ἑτεροζυγοῦσι περὶ τὴν ἀλήθειαν, μηδ᾿ ἐναντίως διακειμένοις, ἀλλὰ τῷ αὐτῷ χαρακτῆρι μεμορφωμένοις τῆς πίστεως, καὶ τῆς πρώτης ἡμῶν ἐλπίδος.
12. Οὐδὲν γὰρ οὕτως ἰσχυρὸν εἰς ὁμόνοιαν τοῖς γνησίοις τὰ πρὸς τὸν Θεὸν, ὡς ἡ περὶ Θεοῦ συμφωνία· καὶ οὐδὲν οὕτως ἕτοιμον εἰς διάστασιν, ὡς ἡ περὶ τοῦτο διαφωνία. Καὶ γὰρ ὁ τὰ ἄλλα ἐπιεικέστατος περὶ τοῦτο θερμότατος, καὶ ὁ πραῢς ὄντως γίνεται μαχητὴς, ὅταν ἴδῃ μακροθυμίᾳ Θεὸν ζημιούμενος, μᾶλλον δὲ Θεὸν ζημιῶν τῷ ἑαυτοῦ πτώματι, τὸν ἡμᾶς πλουτοῦντά τε καὶ πλουτίζοντα. Οὕτω μὲν οὖν, ὅπερ εἶπον, ἡμεῖς καὶ τὴν διάστασιν μετριώτεροι· ὡς περιφανεστέραν γενέσθαι καὶ τὴν ὁμόνοιαν τῆς διαζεύξεως, καὶ μικροῦ τὸ μέσον κλαπῆναι τοῖς ἀμφοτέρωθεν δεξιοῖς· ἐπεὶ δὲ οὐκ ἐξαρκεῖ τὸ τάχος τῆς εἰρήνης πρὸς τὴν ἀσφάλειαν, εἰ μή τις καὶ λόγος ὁ ταύτην κρατῶν φανείη, καὶ Θεὸς ἔλθοι τῷ λόγῳ σύμμαχος, παρ᾿ οὗ καλὸν ἅπαν καὶ ἄρχεται, καὶ εἰς τέλος ἔρχεται· φέρε καὶ δι᾿ εὐχῶν, καὶ διὰ λογισμῶν βεβαιωσώμεθα ταύτην εἰς δύναμιν· ἐκεῖνο πρῶτον ἐνθυμηθέντες, ὅτι κάλλιστον μὲν τῶν ὄντων καὶ ὑψηλότατον Θεὸς, εἰ μὴ τῷ φίλον καὶ ὑπὲρ τὴν οὐσίαν ἄγειν αὐτὸν, ἢ ὅλον ἐν αὐτῷ τιθέναι τὸ εἶναι, παρ᾿ οὗ καὶ τοῖς ἄλλοις· δεύτερον δὲ ὅσα ἐκ Θεοῦ πρῶτα καὶ περὶ Θεὸν, τὰς ἀγγελικὰς λέγω δυνάμεις καὶ οὐρανίους, αἳ, πρῶται σπῶσαι τοῦ πρώτου φωτὸς, καὶ τῷ τῆς ἀληθείας λόγῳ τρανούμεναι, φῶς εἰσι καὶ αὐταὶ τελείου φωτὸς ἀπαυγάσματα· τούτων δὲ οὐδὲν οὕτως ἴδιον, ὡς τὸ ἄμαχόν τε καὶ ἀστασίαστον. Οὔτε γὰρ ἐν θεότητι στάσις, ὅτι μηδὲ λύσις· λύσις γὰρ στάσεως ἔκγονον· ἀλλὰ τοσοῦτον τὸ τῆς ὁμονοίας καὶ πρὸς ἑαυτὴν, καὶ πρὸς τὰ δεύτερα, ὥστε καὶ προσηγορίαν τῷ Θεῷ γενέσθαι μετὰ τῶν ἄλλων, καὶ πρὸ τῶν ἄλλων, οἷς χαίρει καλούμενος, τοῦτο τὸ πλεονέκτημα. Εἰρήνη γὰρ καὶ ἀγάπη, καὶ τὰ τοιαῦτα ὀνομάζεται, ἡμῖν παρέχων διὰ τῶν ὀνομάτων ὡς Θεοῦ τούτων μεταποιεῖσθαι τῶν ἀρετῶν.
13. Ἀγγέλων δὲ ὁ μὲν στασιάσαι τολμήσας, καὶ ὑπὲρ τὴν ἀξίαν ἀρθῆναι κατέναντι Κυρίου παντοκράτορος τραχηλιάσας, καὶ τὴν ὑπὲρ τὰ νέφη καθέδραν ἐπινοῶν, ὡς ὁ τοῦ προφήτου λόγος, δίκην ἔδωκε τῆς ἀπονοίας ἀξίαν, σκότος ἀντὶ φωτὸς εἶναι κατακριθεὶς, ἢ τό γε ἀληθέστερον εἰπεῖν, ὑφ᾿ ἑαυτοῦ γενόμενος· οἱ δὲ λοιποὶ μένουσιν ἐπὶ τῆς ἑαυτῶν ἀξίας, ἧς πρῶτον τὸ εἰρηναῖον καὶ ἀστασίαστον, τὸ ἑν εἶναι λαβόντες παρὰ τῆς ἐπαινετῆς καὶ ἁγίας Τριάδος, παρ᾿ ἧς καὶ τὴν ἔλλαμψιν. Ἐπεὶ κἀκείνη εἷς Θεός ἐστί τε καὶ εἶναι πιστεύεται, οὐχ ἧττον διὰ τὴν ὁμόνοιαν ἢ τὴν τῆς οὐσίας ταυτότητα· ὥστε Θεοῦ μὲν καὶ τῶν θείων ἐγγὺς, ὅσοι τὸ τῆς εἰρήνης ἀγαθὸν ἀσπαζόμενοι φαίνονται, καὶ τῷ ἐναντίῳ τῇ στάσει ἀπεχθανόμενοί τε καὶ δυσχεραίνοντες· τῆς δ᾿ ἀντικειμένης μερίδος ὅσοι πολεμικοὶ τὸν τρόπον, καὶ τὸ εὐδόκιμον τῷ καινῷ θηρώμενοι, καὶ τῇ ἑαυτῶν αἰσχύνῃ καλλωπιζόμενοι· ἐπεὶ κἀκεῖνος αὐτός τε στασιάζει πρὸς ἑαυτὸν, καὶ τῷ πολυειδεῖ, καὶ τοῖς πάθεσι, κἀν τοῖς ἄλλοις, ταυτὸ τοῦτο ἐνεργεῖ, ὡς ἀνθρωποκτόνος ἀπ᾿ ἀρχῆς καὶ μισόκαλος, ἵν᾿ ἐν σκοτομήνῃ κατατοξεύῃ τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας, τῷ ζόφῳ τῆς στάσεως ἑαυτὸν ἐγκρύπτων, ὥσπερ οἶμαι, καὶ τοῖς καθ᾿ ἕκαστον πρόσεισι σοφιστικῶς τὰ πολλὰ καὶ πανούργως, καὶ οἷον χώραν ἐν ἡμῖν ὑπανοίγων ἑαυτῷ διὰ τῆς τέχνης, ἵν᾿ ὅλως εἰσπέσῃ, καθάπερ ἀριστεὺς στρατῷ κατὰ τὸ παραῤῥηγνύμενον τοῦ τειχίου ἢ τῆς παρατάξεως.
14. Ἓν μὲν δὴ τοῦτο, καὶ τοσοῦτον εἰς εὐνοίας τε καὶ συμφωνίας ἀνάγκην, ἡ Θεοῦ καὶ τῶν θείων μίμησις· πρὸς ἃ βλέπειν ἀσφαλὲς μόνα τὴν κατ᾿ εἰκόνα Θεοῦ γενομένην ψυχὴν, ἵν᾿ ὡς μάλιστα τὸ εὐγενὲς αὐτῇ διασώζηται διὰ τῆς πρὸς αὐτὰ νεύσεως, καὶ ὡς ἐφικτὸν ὁμοιώσεως· δεύτερον δὲ ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, θείας φωνῆς ἀκούσαντες, καὶ καταμάθωμεν νόμους κτίσεως· ὅτι οὐρανὸς, καὶ γῆ, καὶ θάλασσα, καὶ ὁ σύμπας οὗτος κόσμος, τὸ μέγα τοῦ Θεοῦ στοιχεῖον καὶ περιβόητον, ᾧ καὶ δηλοῦται Θεὸς σιωπῇ κηρυττόμενος, ἕως μὲν εὐσταθεῖ καὶ εἰρηνεύει πρὸς ἑαυτὸν, ἐν τοῖς ἰδίοις ὅροις μένων τῆς φύσεως, καὶ οὐδὲν τοῦ ἑτέρου κατεξανίσταται, οὐδὲ τῶν τῆς εὐνοίας ἐκβαίνει δεσμῶν, οἷς ὁ τεχνίτης Λόγος τὸ πᾶν συνέδησε, κόσμος τέ ἐστιν, ὥσπερ λέγεται, καὶ κάλλος ἀπρόσιτον, καὶ οὐδὲν μή ποτε τούτου τις ἐπινοήσειε λαμπρότερον ἢ μεγαλοπρεπέστερον. Ὁμοῦ δὲ τοῦ εἰρηνεύειν πέπαυται, καὶ τοῦ εἶναι κόσμος. Ἢ γὰρ οὐ δοκεῖ σοι οὐρανὸς μὲν εὐτάκτως ἀέρι καὶ γῇ κοινωνῶν, τῷ μὲν φωτὸς, τῇ δὲ ὑετῶν, εὐνοίας κρατεῖσθαι νόμῳ; γῆ δὲ καὶ ἀὴρ, ἡ μὲν τροφὰς, ὁ δὲ τὸ ἀναπνεῖν χαριζόμενοι ζώοις ἅπασι, καὶ διὰ τοῦτο τὸ ζῇν συνέχοντος, γονέων ἀπομιμεῖσθαι φιλοστοργίαν;
15. Ὧραι δὲ ἡμέρως κιρνάμεναι, καὶ κατὰ μικρὸν ἀλλήλαις ὑπεξιοῦσαι, καὶ τὸ τῶν ἄκρων αὐστηρὸν τῇ μεσότητι τιθασσεύουσαι, πρός τε ἡδονὴν ἅμα καὶ χρείαν ἐπιτηδείως εἰρήνῃ βραβεύεσθαι; Τί δαὶ ἡμέρα καὶ νὺξ, ἰσομοιρίαν πρὸς ἀλλήλας λαχοῦσαι καὶ περιτροπὴν ἔμμετρον, καὶ ἡ μὲν εἰς ἔργον ἡμᾶς ἐγείρουσα, ἡ δὲ ἀναπαύουσα; Τί δαὶ ἥλιος, καὶ σελήνη, καὶ κάλλος ἀστέρων καὶ πλῆθος, ἐν τάξει φαινομένων τε καὶ ὑπανιόντων; Θάλασσα δὲ καὶ γῆ πράως ἀλλήλαις ἐπιμιγνύμενα, καὶ διαδιδόντα χρηστῶς, καὶ ἀντιλαμβάνοντα φιλανθρώπως τὸν ἄνθρωπον τρέφει, καὶ ἀνθρώπῳ τὰ παρ᾿ ἑαυτῶν χορηγοῦντα πλουσίως καὶ φιλοτίμως; Ποταμοὶ δὲ δι᾿ ὀρέων καὶ πεδίων ἑλκόμενοι, καὶ οὐχ ὑπερβαίνοντες, ὅτι μὴ πρὸς τὸ χρήσιμον, οὐδὲ ἐπιστρέφοντες καλῦψαι τὴν γῆν; Στοιχείων δὲ μίξεις καὶ κράσεις, καὶ μελῶν συμμετρίαι καὶ συμφωνίαι; ζώων δὲ τροφαὶ, καὶ γενέσεις, καὶ οἰκήσεις μεμερισμέναι; καὶ τὰ κρατοῦντα καὶ τὰ κρατούμενα, καὶ τὰ ὑπεζευγμένα ἡμῖν, καὶ τὰ ἐλεύθερα; Ταῦτα πάντα οὕτως ἔχοντα, καὶ κατὰ τὰς πρώτας αἰτίας τῆς ἁρμονίας, εἴτ᾿ οὖν συῤῥοίας τε καὶ συμπνοίας, εὐθυνόμενά τε καὶ διεξαγόμενα, τί ποτ᾿ ἐχρῆν δοκεῖν ἕτερον ἢ φιλίας τε καὶ ὁμονοίας εἶναι κηρύγματα, καὶ νομοθετεῖν ἀνθρώποις δι᾿ ἑαυτῶν τὸ ὁμόψυχον;
16. Ὅταν δὲ στασιάσῃ πρὸς ἑαυτὴν ἡ ὕλη, καὶ δυσκάθεκτος γένηται, μελετῶσα τὴν λύσιν διὰ τῆς στάσεως, ἢ Θεός τι παρασαλεύσῃ τῆς ἁρμονίας εἰς φόβον τῶν ἁμαρτανόντων καὶ κόλασιν, ἢ θαλάςσης ὑπεξιούσης, ἢ γῆς βρασσομένης, ἢ ξένων ὑετῶν φερομένων, ἢ συγκαλυφθέντος ἡλίου, ἢ πλεοναζούσης ὥρας, ἢ πυρὸς ὑπερβλύζοντος, ἀκοσμία κατὰ τοῦτο, καὶ φόβος περὶ τὸ πᾶν, καὶ τὸ τῆς εἰρήνης ἀγαθὸν τῇ στάσει δείκνυται. Καὶ ἵνα παρῶ δήμους, καὶ πόλεις, καὶ βασιλείας, ἔτι δὲ χοροὺς, καὶ στρατοὺς, καὶ οἴκους, καὶ νηῶν πληρώματα, καὶ συζυγίας, καὶ ἑταιρείας, ὑπὸ μὲν εἰρήνης συνεχομένας, ὑπὸ δὲ στάσεως καταλυομένας, ἐπὶ τὸν Ἰσραὴλ εἶμι τῷ λόγῳ, καὶ τῶν ἐκείνου παθῶν ὑπομνήσας ὑμᾶς, καὶ τῆς διασπορᾶς, καὶ τῆς ἄλης, ἥν τε νῦν ἔχουσι, καὶ ἣν ἐπὶ πλεῖστον ἕξωσι, πείθομαι γὰρ ταῖς περὶ αὐτῶν προῤῥήσεσιν, ἔπειτα ἐρήσομαι ἀκριβῶς εἰδότας ὑμᾶς, τί τὸ τῶν συμφορῶν τούτων αἴτιον, ἵνα παιδευθῶμεν τοῖς τῶν ἄλλων κακοῖς τὴν ὁμόνοιαν.
17. Οὐχ ἕως μὲν εἰρήνην εἶχον καὶ πρὸς ἀλλήλους καὶ πρὸς Θεὸν, Αἰγύπτῳ τῇ καμίνῳ τῇ σιδηρᾷ πιεζόμενοι, καὶ ὑπὸ τῆς κοινῆς θλίψεως συναγόμενοι (ἔστι γὰρ ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σωτηρίαν ἡ θλίψι)ς, λαός τε ἅγιος ἤκουον, καὶ μερὶς Κυρίου, καὶ βασίλειον ἱεράτευμα. Καὶ οὐ τοῖς μὲν ὀνόμασιν οὕτω, τοῖς δὲ ἔργοις ἑτέρως· ἀλλὰ καὶ στρατηγοῖς ἤγοντο ἀγομένοις ὑπὸ Θεοῦ, καὶ στύλῳ πυρὸς καὶ νεφέλης ὡδηγοῦντο νυκτὸς καὶ ἡμέρας· καὶ θάλασσα μὲν αὐτοῖς διίστατο φεύγουσι, πεινῶσι δὲ οὐρανὸς ἐχορήγει τροφὴν, πέτρα δὲ διψῶσιν ἐπήγαζε, πολεμοῦσι δὲ χειρῶν ἔκτασις ἀντὶ μυριάδων ἦν, δι᾿ εὐχῆς ἐγείρουσα τρόπαια, καὶ ὁδοποιοῦσα τὰ ἔμπροσθεν· ποταμοὶ δὲ ὑπεχώρουν τὴν συγγενῆ μιμούμενοι θάλασσαν, καὶ στοιχεῖα ἵστατο, καὶ τείχη σάλπιγξι κατεσείετο. Καὶ τί δεῖ λέγειν Αἰγυπτίων πληγὰς τούτοις χαριζομένας, καὶ Θεοῦ φωνὰς ἐξ ὄρους ἀκουομένας, καὶ νομοθεσίαν διπλῆν, τὴν μὲν ἐν γράμματι, τὴν δὲ ἐν πνεύματι, καὶ τἄλλα οἷς ἐτιμῶντο πάλαι παρὰ τὴν ἑαυτῶν ἀξίαν ὁ Ἰσραήλ. Ἐπεὶ δὲ νοσεῖν ἤρξαντο, καὶ κατ᾿ ἀλλήλων ἐμάνησαν καὶ διέστησαν εἰς μέρη πολλὰ (τοῦ σταυροῦ πρὸς τὴν ἐσχάτην ἀπώλειαν αὐτοὺς συνελαύνοντος, καὶ τῆς ἀπονοίας ἣν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀπενοήθησαν, τὸν ἐν ἀνθρώπῳ Θεὸν ἀγνοήσαντε)ς, καὶ τὴν ῥάβδον τὴν σιδηρᾶν πόῤῥωθεν ἀπειλουμένην αὐτοῖς ἐφ᾿ ἑαυτοὺς εἵλκυσαν, τὴν νῦν ἐπικρατοῦσαν ἀρχὴν λέγω καὶ βασιλείαν, τί γίνεται; καὶ τί πεπόνθασι;
18. Θρηνεῖ μὲν αὐτοὺς Ἱερεμίας ἐπὶ τοῖς προτέροις πάθεσι, καὶ τὴν ἐπὶ Βαβυλῶνα αἰχμαλωσίαν ὀδύρεται· καὶ γὰρ ἦν ὄντως κἀκεῖνα θρήνων καὶ ὀδυρμῶν ἄξια· πῶς δὲ οὐ τῶν μεγίστων τείχη κατεσκαμμένα, πόλις ἠδαφισμένη, ἁγίασμα καθῃρημένον, ἀναθήματα σεσυλημένα, πόδες βέβηλοι καὶ χεῖρες· οἱ μὲν τοῖς ἀβάτοις ἐμβατεύοντες, αἱ δὲ κατῶν ἀψαύστων κατατρυφῶσαι, προφῆται σιγῶντες, ἱερεῖς ἀγόμενοι, πρεσβῦται μὴ ἐλεούμενοι, παρθένοι καθυβριζόμεναι, νεότης πίπτουσα, πῦρ ἀλλότριον καὶ πολέμιον, αἵματος ποταμοὶ ἀντὶ τοῦ ὁσίου πυρὸς καὶ αἵματος, Ναζαραῖοι κατασυρόμενοι, θρῆνοι τοῖς ὕμνοις ἀντεγειρόμενοι· καὶ ἵν᾿ ἐξ αὐτῶν εἴπω τι τῶν Ἱερεμίου Θρήνων, οἱ υἱοὶ Σιὼν, οἱ τίμιοι καὶ ἀντιτιθέμενοι χρυσίῳ, οἱ τρυφεροὶ καὶ κακῶν ἀπαθεῖς, ξένην ὁδὸν ὁδεύοντες· καὶ ὁδοὶ Σιὼν πενθοῦσαι παρὰ τὸ μὴ εἶναι τοὺς ἑορτάζοντας· καὶ μικρὸν πρὸ τούτων· χεῖρες γυναικῶν οἰκτιρμόνων, οὐ τροφὴν ὀρέγουσαι τέκνοις, τῆς πολιορκίας ἐπικρατούσης, ἀλλ᾿ ἐπὶ τροφὴν ταῦτα σπαράττουσαι, καὶ λιμοῦ φάρμακον τὰ ἑαυτῶν ποιούμεναι φίλτατα, Ταῦτα πῶς οὐ δεινὰ καὶ πέρα δεινῶν, οὐ τοῖς πάσχουσι τότε μόνον, ἀλλὰ καὶ νῦν τοῖς ἀκούουσιν; Ἐγὼ γοῦν ὁσάκις ἂν ταύτην ἀναλάβω τὴν βίβλον, καὶ τοῖς Θρήνοις συγγένωμαι, συγγίνομαι δ᾿ ὁσάκις ἂν εὐημερίαν σωφρονίσαι ἐθελήσω τῷ ἀναγνώσματι, ἐγκόπτομαι τὴν φωνὴν, καὶ συγχέομαι δάκρυσι, καὶ οἷον ὑπ᾿ ὄψιν μοι τὸ πάθος ἔρχεται, καὶ συνθρηνῶ τῷ θρηνήσαντι. Τὴν δὲ τελευταίαν αὐτῶν πληγήν τε καὶ μετανάστασιν, καὶ τὸν νῦν ἐπικείμενον αὐτοῖς τῆς δουλείας ζυγὸν, καὶ τὴν περιβόητον ὑπὸ Ῥωμαίοις ταπείνωσιν, ἧς οὐδὲν οὕτως ὡς ἡ στάσις αἴτιον, τίς θρηνήσει πρὸς ἀξίαν τῶν θρήνους γράφειν εἰδότων, καὶ λόγον ἐξισοῦν πάθει; Ποῖαι βίβλοι ταῦτα χωρήσουσι; Μία στήλη τούτοις τῆς συμφορᾶς ἡ οἰκουμένη πᾶσα καθ᾿ ἧς ἐσπάρησαν, καὶ ἡ λατρεία πεπαυμένη, καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ τὸ ἔδαφος μόγις γινωσκόμενον, ἧς τοσοῦτον ἐπιβατὸν αὐτοῖς ἐστι μόνον, καὶ τοσοῦτον ἀπολαύουσι τῆς ποτε αὐτῶν δόξης, ὅσον ἐν ἡμέρᾳ φανέντες θρηνῆσαι τὴν ἐρημίαν.
19. Δεινοῦ δὲ ὄντος οὕτως τοῦ στασιάζειν, καὶ τοσούτων αἰτίου κακῶν, ὡς τά τε εἰρημένα δείκνυσι, καὶ διὰ πλειόνων ὑποδειγμάτων ἐστὶ μαθεῖν, ἔτι πολλῷ δεινότερον τὸ, καταλύσαντας μικροψυχίαν, καὶ τῶν τῆς εἰρήνης γευσαμένους καλῶν, πρὸς τὴν αὐτὴν νόσον πάλιν ὑπενεχθῆναι, καὶ πρὸς τὸν ἴδιον ἔμετον ἐπιστρέψαι, τὸ δὴ λεγόμενον, μηδ᾿ ὃ τοὺς ἀνοήτους παιδεύει τῇ πείρᾳ σωφρονισθέντας. Καὶ γὰρ ὁρῶ κούφους καὶ ἀνοήτους οὐ τούτους ὑπολαμβανομένους, οἳ ἂν κακῷ τινι παραμένωσιν, ἀλλὰ τοὺς ῥᾳδίως ἐπ᾿ ἀμφότερα φερομένους καὶ μεταῤῥέοντας, καθάπερ αὔρας μεταπιπτούσας, ἢ μεταβολὰς καὶ παλιῤῥοίας Εὐρίπων, ἢ θαλάσσης ἄστατα κύματα. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι τοὺς μὲν ἐπὶ τῆς στάσεως μένοντας ἡ γοῦν ἐλπὶς τῆς ὁμονοίας ῥᾴους ποιεῖ, καὶ τὸ πλεῖστον αὐτοῖς ἐπικουφίζει τῆς συμφορᾶς· μεγίστη γὰρ ἐπικουρία τοῖς ἀτυχοῦσι μεταβολῆς ἐλπὶς, καὶ τὸ κρεῖττον ἐν ὀφθαλμοῖς κείμενον· οἱ δὲ πολλάκις μὲν ὁμονοήσαντες, ἀεὶ δὲ πρὸς τὴν κακίαν παλινδρομήσαντες, ἀφῄρηνται μετὰ τῶν ἄλλων καὶ τοῦ κρείττονος τὴν ἐλπίδα· οὐχ ἧττον τῆς στάσεως δεδοικότες ἀεὶ τὴν ὁμόνοιαν, καὶ μηδ᾿ ἑτέρῳ θαῤῥοῦντες, διὰ τὸ ἐν ἀμφοτέροις εὐκίνητον καὶ ἀστάθμητον.
20. Καὶ μηδεὶς οἰέσθω με λέγειν, ὅτι πᾶσαν εἰρήνην ἀγαπητέον· οἶδα γὰρ ὥσπερ στάσιν τινὰ βελτίστην, οὕτω καὶ βλαβερωτάτην ὁμόνοιαν· ἀλλὰ τήν γε καλὴν καὶ ἐπὶ καλῷ καὶ Θεῷ συνάπτουσαν. Εἰ δὲ δεῖ συντόμως διελέσθαι περὶ αὐτῶν, οὕτω γινώσκω, οὔτε νωθέστερον εἶναι τοῦ μετρίου καλὸν, οὔτε θερμότερον, ὡς ἢ δι᾿ εὐκολίαν πᾶσι συμφέρεσθαι, ἢ δι᾿ ἀταξίαν πάντων ἀποστατεῖν· ὁμοίως γὰρ καὶ τὸ νωθὲς ἄπρακτον, καὶ τὸ εὐκίνητον ἀκοινώνητον. Ἀλλ᾿ οὗ μὲν ἂν ᾖ πρόδηλα τὰ τῆς ἀσεβείας, καὶ πυρὶ, καὶ σιδήρῳ, καὶ καιροῖς, καὶ δυνάσταις, καὶ πᾶσι πρότερον ὁμόσε χωρητέον, ἢ τῆς ζύμης μεθεκτέον τῆς πονηρᾶς, καὶ συγκαταθετέον τοῖς κακῶς ἔχουσι, καὶ οὐδὲν οὕτω τῶν ἁπάντων φοβητέον, ὡς ἄλλο τι πρὸ Θεοῦ φοβηθῆναι, καὶ διὰ τοῦτο προδοῦναι περὶ τῆς πίστεως λόγους καὶ τῆς ἀληθείας, ἀληθείᾳ δουλεύοντας· οὗ δὲ τὸ λυποῦν ὑπόνοια καὶ φόβος ἀνεξέταστος, βελτίων τοῦ τάχους ἡ μακροθυμία, καὶ τῆς αὐθαδείας ἡ συγκατάβασις, καὶ πολλῷ κρεῖττον καὶ λυσιτελέστερον, ἐν τῷ κοινῷ σώματι μένοντας, καταρτίζειν ἀλλήλους ὡς ἀλλήλων μέλη, καὶ καταρτίζεσθαι, ἢ προκαταγνόντας διὰ τῆς ἀποστάσεως, καὶ τὸ ἀξιόπιστον τῷ χωρισμῷ λύσαντας, ἔπειτα ἐξ ἐπιτάγματος, ὥσπερ τυράννους, ἀλλ᾿ οὐκ ἀδελφοὺς, νομοθετεῖν τὴν διόρθωσιν.
21. Ταῦτα εἰδότες, ἀδελφοὶ, περιλάβωμεν ἀλλήλους, περιπτυξώμεθα, γενώμεθα γνησίως ἑν, μιμησώμεθα τὸν τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα, καὶ διὰ τοῦ αἵματος αὐτοῦ πάντα συναγαγόντα, καὶ εἰρηνεύσαντα· εἴπωμεν τῷ κοινῷ Πατρὶ τούτῳ, τῇ σεμνῇ πολιᾷ, τῷ πράῳ καὶ ἠπίῳ ποιμένι· Ὁρᾷς τὰ ἐπίχειρα τῆς ἐπιεικείας; Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ἐπισυνηγμένα τὰ τέκνα σου, ὃν τρόπον ἐπόθεις, καὶ ὃ προστεθῆναί σοι μόνον ᾐτοῦ νυκτὸς καὶ ἡμέρας, ἵν᾿ ἐν γήρᾳ καλῷ καταλύσῃς τὴν παροικίαν· ἰδοὺ πάντες ἥκασι πρὸς σὲ, καὶ ὑπὸ τὰς σὰς ἀναπαύονται πτέρυγας, καὶ τὸ ἑαυτῶν κυκλοῦσι θυσιαστήριον, μετὰ δακρύων ἀποφοιτήσαντες, καὶ μετ᾿ εὐφροσύνης προστρέχοντες. Χαῖρε καὶ κατατέρπου, πατέρων ἄριστε καὶ φιλοτεκνότατε, ὅτι πάντας αὐτοὺς ἐνδέδυσαι καὶ περιβέβλησαι, ὡς κόσμον νύμφη. Φθέγξαι καὶ σὺ πρὸς ἡμᾶς· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Πρόςθες καὶ ἄλλην φωνὴν δεσποτικὴν καὶ μάλα οἰκείαν· Οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
22. Μηδέ γε ἀπόλοιτο μηδεὶς, ἀλλὰ πάντες μένωμεν ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου, σύμψυχοι, τὸ ἑν φρονοῦντες, ὡπλισμένοι τῷ θυρεῷ τῆς πίστεως, περιεζωσμένοι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, ἕνα μόνον εἰδότες τὸν κατὰ τοῦ πονηροῦ πόλεμον, καὶ τῶν ὑπ᾿ ἐκείνου στρατηγουμένων, μὴ φοβούμενοι τοὺς δυναμένους ἀποκτεῖναι τὸ σῶμα, τῆς δὲ ψυχῆς λαβέσθαι μὴ δυναμένους, φοβούμενοι δὲ τὸν καὶ ψυχῆς καὶ σώματος Κύριον· φυλάσσοντες τὴν καλὴν παρακαταθήκην, ἣν παρὰ τῶν Πατέρων εἰλήφαμεν, προσκυνοῦντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ἐν Υἱῷ τὸν Πατέρα, ἐν Πνεύματι τὸν Υἱὸν γινώσκοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, οἷς συντετάγμεθα, πρὶν συνάψαι διαιροῦντες, καὶ πρὶν διαιρεῖν συνάπτοντες, οὔτε τὰ τρία ὡς ἕνα (οὐ γὰρ ἀνυπόστατα, ἢ κατὰ μιᾶς ὑποστάσεως, ὡς εἶναι τὸν πλοῦτον ἡμῖν ἐν ὀνόμασιν, ἀλλ᾿ οὐ πράγμασ)ι, καὶ τὰ τρία ἕν. Ἓν γὰρ οὐχ ὑποστάσει, ἀλλὰ θεότητι· μονὰς ἐν Τριάδι προσκυνουμένη, καὶ Τριὰς εἰς μονάδα ἀνακεφαλαιουμένη, πᾶσα προσκυνητὴ, βασιλικὴ πᾶσα, ὁμόθρονος, ὁμόδοξος, ὑπερκόσμιος, ὑπέρχρονος, ἄκτιστος, ἀόρατος, ἀναφὴς, ἀπερίληπτος, πρὸς μὲν ἑαυτὴν ὅπως ἔχει τάξεως, αὐτῇ μόνῃ γινωσκομένη, σεπτὴ δ᾿ ἡμῖν ὁμοίως καὶ λατρευτὴ, καὶ μόνη τοῖς Ἁγίοις τῶν ἁγίων ἐμβατεύουσα. τὴν δὲ κτίσιν πᾶσαν ἐκτὸς ἐῶσα, τὴν μὲν τῷ πρώτῳ, τὴν δὲ τῷ δευτέρῳ διειργομένην καταπετάσματι· πρώτῳ μὲν τὴν οὐράνιον καὶ ἀγγελικὴν ἀπὸ τῆς θεότητος, δευτέρῳ δὲ τὴν ἡμετέραν ἀπὸ τῶν οὐρανίων. Ταῦτα πράσσωμεν, καὶ οὕτως ἔχωμεν, ἀδελφοὶ, καὶ τοὺς ἑτέρως φρονοῦντας, ὡς λύμην τῆς ἀληθείας, ἕως μὲν ἂν ᾖ δυνατὸν, προσλαμβανώμεθα καὶ θεραπεύωμεν· ἀνιάτως δ᾿ ἔχοντας ἀποστρεφώμεθα, μὴ τῆς νόσου μεταλάβωμεν, πρὶν μεταδοῦναι τῆς ἑαυτῶν ὑγιείας· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾿ ἡμῶν, τῆς πάντα νοῦν ὑπερεχούσης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

ΛΟΓΟΣ 7

ΕΙΣ ΚΑΙΣΑΡΙΟΝ ΤΟΝ ΕΑΥΤΟΥ ΑΔΕΛΦΟΝ ΕΠΙΤΑΦΙΟΣ

Οἴεσθέ με ἴσως, ὦ φίλοι καὶ ἀδελφοὶ καὶ πατέρες, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, θρήνους ἐπιβαλοῦντα τῷ ἀπελθόντι καὶ ὀδυρμούς, ὑποδέχεσθαι προθύμως τὸν λόγον, ἢ μακροὺς ἀποτενοῦντα καὶ κομψοὺς λόγους, οἷς οἱ πολλοὶ χαίρουσι· καὶ οἱ μὲν ὡς συμπενθήσοντες καὶ συνθρηνήσοντες παρεσκεύασθε, ἵν᾿ ἐν τῷ ἐμῷ πάθει τὰ οἰκεῖα δακρύσητε, ὅσοις τι τοιοῦτόν ἐστι, καὶ σοφίσησθε τὸ ἀλγοῦν ἐν φιλικοῖς πάθεσιν, οἱ δὲ ὡς τὴν ἀκοὴν ἑστιάσοντες, καὶ ἡδίους ἐσόμενοι· χρῆναι γὰρ ἡμᾶς ἐπίδειξιν ποιήσασθαι καὶ τὴν συμφοράν, οἷά ποτε ἦν τὰ ἡμέτερα, ἡνίκα τἄλλα ἦμεν ἱκανῶς περιττοὶ καὶ τῆς ὕλης, καὶ τὰ περὶ λόγους φιλότιμοι, πρὶν ἀναβλέψαι πρὸς τὸν ἀληθῆ λόγον καὶ ἀνωτάτω, καὶ πάντα δόντες Θεῷ παρ᾿ οὗ τὰ πάντα, Θεὸν ἀντὶ πάντων λαβεῖν. Μηδαμῶς, μὴ τοῦτο περὶ ἡμῶν ὑπολάβητε, εἴ τι ὑπολαμβάνειν βούλεσθε δεξιόν. Οὔτε γὰρ θρηνήσομεν τὸν ἀπελθόντα πλέον ἢ καλῶς ἔχει, οἵ γε μηδὲ τῶν ἄλλων τὰ τοιαῦτα ἀποδεχόμεθα, οὔτε ἐπαινεσόμεθα πέρα τοῦ μέτρου· καίτοι γε δῶρον φίλον καὶ οἰκειότατον, εἴπερ τι ἄλλο, τῷ λογίῳ λόγος, καὶ τῷ διαφερόντως ἀγαπήσαντι τοὺς ἐμοὺς λόγους ἡ εὐφημία· καὶ οὐ δῶρον μόνον, ἀλλὰ καὶ χρέος ἁπάντων χρεῶν δικαιότατον· ἀλλ᾿ ὅσον ἀφοσιώσασθαι τὸν περὶ ταῦτα νόμον, καὶ δακρύσαντες καὶ θαυμάσαντες (οὐδὲ γὰρ τοῦτο ἔξω τῆς καθ᾿ ἡμᾶς φιλοσοφίας· Μνήμη τε γὰρ δικαίων μετ᾿ ἐγκωμίων· καί· Ἐπὶ νεκρῷ, φησί, κατάγαγε δάκρυα, καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου· ἴσον ἀναλγησίας χωρίζων ἡμᾶς καὶ ἀμετρία)ς· τὸ μετὰ τοῦτο ἤδη, τῆς τε ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἐπιδείξομεν, καὶ τοῦ τῆς ψυχῆς ἀξιώματος ὑπομνήσομεν, καὶ τὴν ὀφειλομένην τοῖς ἀλγοῦσι παράκλησιν ἐπιθήσομεν, καὶ μεταθήσομεν τὴν λύπην ἀπὸ τῆς σαρκὸς καὶ τῶν προσκαίρων ἐπὶ τὰ πνευματικὰ καὶ ἀΐδια. Καισαρίῳ πατέρες μέν, ἵν᾿ ἐντεῦθεν ἄρξωμαι ὅθεν ἡμῖν πρεπωδέστατον, οὓς πάντες γινώσκετε, καὶ ὧν τὴν ἀρετὴν καὶ ὁρῶντες καὶ ἀκούοντες ζηλοῦτέ %τ&ε καὶ θαυμάζετε, καὶ διηγεῖσθε τοῖς ἀγνοοῦσιν, εἴπερ τινές εἰσιν ἀνθρώπων, ἄλλος ἄλλο τι μέρος ἀπολαβόντες· ἐπεὶ μὴ πάντα τὸν αὐτὸν οἷόν τε, μηδὲ μιᾶς γλώσσης τὸ ἔργον, κἂν σφόδρα τις ᾖ τῶν φιλοπονωτάτων καὶ φιλοτίμων· οἷς πολλῶν καὶ μεγάλων ὑπαρχόντων εἰς εὐφημίαν, εἰ μή τῳ περιττὸς εἶναι δοκῶ τὰ οἰκεῖα θαυμάζων, ἑν μέγιστον ἁπάντων, καὶ ὥσπερ ἄλλο τι ἐπίσημόν ἐστιν, ἡ εὐσέβεια· τοὺς σεμνοὺς τούσδε λέγω καὶ πολιούς, καὶ οὐχ ἧττον δι᾿ ἀρετὴν αἰδεσίμους ἢ διὰ γῆρας· ὧν τὰ μὲν σώματα χρόνῳ κέκμηκεν, αἱ ψυχαὶ δὲ Θεῷ νεάζουσι. Πατὴρ μὲν ἐκ τῆς ἀγριελαίου καλῶς ἐγκεντρισθεὶς εἰς τὴν καλλιέλαιον, καὶ τοσοῦτον κοινωνήσας τῆς πιότητος, ὥστε καὶ ἄλλους ἐγκεντρίζειν πιστευθῆναι καὶ θεραπείαν ἐγχειρισθῆναι ψυχῶν, ὑψηλὸς ὑψηλῶς τοῦ λαοῦ τοῦδε προκαθεζόμενος, Ἀαρών τις δεύτερος ἢ Μωϋσῆς, Θεῷ πλησιάζειν ἠξιωμένος καὶ θείαν φωνὴν χορηγεῖν τοῖς ἄλλοις ἱσταμένοις πόρρωθεν, πρᾶος, ἀόργητος, γαληνὸς τὸ εἶδος, θερμὸς τὸ πνεῦμα, πολὺς τὸ φαινόμενον, πλουσιώτερος τὸ κρυπτόμενον. Τί ἂν ὑμῖν ἀναζωγραφοίην τὸ γινωσκόμενον; Οὐδὲ γὰρ εἰ μακρὸν ἀποτείνοιμεν λόγον, εἴποιμεν ἄν τι τοσοῦτον ὅσον ἄξιον, καὶ ὅσον ἕκαστος συνεπίσταταί τε καὶ ἀπαιτεῖ τὸν λόγον· καὶ βέλτιον ταῖς ὑπονοίαις συγχωρεῖν ἢ τῷ λόγῳ τὸ πολὺ περικόπτειν τοῦ θαύματος. Μήτηρ δὲ ἄνωθεν μὲν καὶ ἐκ προγόνων καθιερωμένη Θεῷ, καὶ κλῆρον ἀναγκαῖον οὐκ εἰς ἑαυτὴν μόνον, ἀλλὰ καὶ τοὺς ἐξ αὑτῆς κατάγουσα τὴν εὐσέβειαν, ἐξ ἁγίας ἀπαρχῆς ὄντως ἅγιον φύραμα· τοσοῦτον δὲ αὐτὸ αὐξήσασά τε καὶ πλεονάσασα, ὥστε ἤδη τισί, φθέγξομαι γάρ, εἰ καὶ τολμηρὸς ὁ λόγος, μηδὲ τὴν τοῦ ἀνδρὸς τελειότητα ἑτέρου τινὸς ἢ ταύτης ἔργον γενέσθαι πιστευθῆναί τε καὶ ῥηθῆναι, καὶ (ὢ τοῦ θαύματο)ς ἆθλον εὐσεβείας δοθῆναι μείζονα καὶ τελεωτέραν εὐσέβειαν. Φιλόπαιδες ἄμφω καὶ φιλόχριστοι, τὸ παραδοξότατον, μᾶλλον δὲ φιλόχριστοι πλέον ἢ φιλόπαιδες. Οἷς γε καὶ τῶν τέκνων μία τις ἀπόλαυσις ἦν, τὸ ἀπὸ Χριστοῦ καὶ γνωρίζεσθαι καὶ ὀνομάζεσθαι, καὶ εἷς εὐπαιδίας ὅρος, ἡ ἀρετὴ καὶ ἡ πρὸς τὸ κρεῖττον οἰκείωσις. Εὔσπλαγχνοι, συμπαθεῖς, ἁρπάζοντες τὰ πολλὰ σητῶν καὶ λῃστῶν καὶ τοῦ κοσμοκράτορος, ἐκ τῆς παροικίας εἰς τὴν κατοικίαν μετασκευαζόμενοι, καὶ κλῆρον μέγιστον τοῖς παισὶ τὴν ἐκεῖθεν λαμπρότητα θησαυρίζοντες. Οὕτω τοι καὶ εἰς λιπαρὸν ἔφθασαν γῆρας, ὁμότιμοι καὶ τὴν ἀρετὴν καὶ τὴν ἡλικίαν, καὶ πλήρεις ἡμερῶν τῶν τε μενουσῶν ὁμοίως καὶ τῶν λυομένων, παρὰ τοσοῦτον ἑκάτερος οὐκ ἔχων τὰ πρῶτα τῶν ἐπὶ γῆς παρ᾿ ὅσον ὑπ᾿ ἀλλήλων εἰς τὸ πρωτεῖον ἐκωλύοντο· καὶ πάσης εὐδαιμονίας μέτρον ἐπλήρωσαν, πλὴν τῆς τελευταίας ταύτης, ὡς ἂν οἰηθείη τις, εἴτε δοκιμασίας χρὴ λέγειν, εἴτε οἰκονομίας. Ἡ δέ ἐστιν, ὡς ὁ ἐμὸς λόγος, τὸν σφαλερώτερον τῶν παίδων δι᾿ ἡλικίαν προπέμψαντες, οὕτως ἤδη καταλῦσαι τὸν βίον ἐν ἀσφαλείᾳ, καὶ πρὸς τὰ ἄνω πανοικεσίᾳ μετατεθῆναι. Καὶ ταῦτα διῆλθον, οὐ τούτους ἐγκωμιάσαι βουλόμενος, οὐδὲ ἀγνοῶν ὅτι μόλις ἄν τις τῆς ἀξίας ἐφίκοιτο, καὶ ὅλην ὑπόθεσιν λόγου τὸν τούτων ἔπαινον ἐνστησάμενος· ἀλλ᾿ ἵν᾿ ἐπιδείξαιμι ἐκ πατέρων ὀφειλομένην Καισαρίῳ τὴν ἀρετήν, καὶ μὴ θαυμάζητε μηδὲ ἀπιστῆτε, εἰ τοιούτων τυχὼν γεννητόρων, τοιούτων ἑαυτὸν παρέσχεν ἐπαίνων ἄξιον, ἀλλὰ τοὐναντίον, εἰ πρὸς ἑτέρους εἶδε, τῶν οἰκείων καὶ τῶν ἐγγύθεν ἀμελήσας ὑποδειγμάτων. Τὰ μὲν δὴ πρῶτα τοιαῦτα, οἷα προσῆκεν εἶναι τοῖς ὄντως εὖ γεγονόσι καὶ καλῶς βιώσεσθαι μέλλουσιν. Ἵνα δὲ τὰ ἐν μέσῳ συντέμω, κάλλος καὶ μέγεθος καὶ τὴν ἐπὶ πᾶσι τοῦ ἀνδρὸς χάριν καὶ ὥσπερ ἐν φθόγγοις εὐαρμοστίαν, ὅτι μηδὲ πρὸς ἡμῶν τὰ τοιαῦτα θαυμάζειν, εἰ καὶ τοῖς ἄλλοις οὐ μικρὰ φαίνεται, πρὸς τὰ ἐφεξῆς βαδιοῦμαι τοῦ λόγου, καὶ ἃ μηδὲ βουλομένῳ παραλιπεῖν ῥᾴδιον. Ὑπὸ δὴ τοιούτοις ἤθεσι τραφέντες καὶ παιδευθέντες καὶ τοῖς ἐνταῦθα μαθήμασιν ἱκανῶς ἐνασκηθέντες, ἐν οἷς ἐκεῖνος τάχει τε καὶ μεγέθει φύσεως οὐδ᾿ ἂν εἴποι τις ὅσον ὑπὲρ τοὺς πολλοὺς ἦν (ὢ πῶς ἀδακρυτὶ τὴν τούτων παρέλθω μνήμην, καὶ μή με ἀφιλόσοφον ἐλέγξῃ τὸ πάθος παρὰ τὴν ὑπόσχεσιν;), ἀλλ᾿ ἐπειδή γε ἀποδημίας καιρὸς ἐδόκει, καὶ τότε πρῶτον ἀπ᾿ ἀλλήλων ἐσχίσθημεν, ἐγὼ μὲν τοῖς κατὰ Παλαιστίνην ἐγκαταμείνας παιδευτηρίοις, ἀνθοῦσι τότε, κατὰ ῥητορικῆς ἔρωτα, ὁ δὲ τὴν Ἀλεξάνδρου πόλιν καταλαβών, παντοίας παιδεύσεως καὶ τότε καὶ νῦν οὖσάν τε καὶ δοκοῦσαν ἐργαστήριον. Τί πρῶτον, ἢ τί μέγιστον εἴπω τῶν ἐκείνου καλῶν; τί δὲ παρεὶς μὴ τῷ μεγίστῳ ζημιώσω τὸν λόγον; τίς μὲν ἐκείνου διδασκάλοις πιστότερος; τίς δὲ ἥλιξι προσφιλέστερος; τίς μὲν μᾶλλον ἀπέφυγε τὴν τῶν μοχθηρῶν ἑταιρίαν καὶ ὁμιλίαν; τίς δὲ τῇ τῶν βελτίστων ἑαυτὸν προσέθηκε πλεῖον, ἄλλοις τε καὶ τῶν ἐκ τῆς πατρίδος τοῖς εὐδοκιμωτάτοις καὶ γνωριμωτάτοις; εἰδὼς οὐδὲ τοῦτο φέρειν μικρὸν εἰς ἀρετὴν ἢ κακίαν, τὰς συνουσίας. Ἐξ ὧν, τίς μὲν ἄρχουσιν ἐκείνου τιμιώτερος; τίς δὲ τῇ πόλει πάσῃ, καίτοι γε διὰ τὸ μέγεθος πάντων ἐγκρυπτομένων, ἢ ἐπὶ σωφροσύνῃ γνωριμώτερος, ἢ ἐπὶ συνέσει περιφανέστερος; Ποῖον μὲν εἶδος οὐκ ἐπῆλθε παιδεύσεως; μᾶλλον δὲ ποῖον, ὡς οὐδὲ μόνον ἕτερος; Τίνι δὲ παρῆκεν ἐγγὺς αὐτοῦ γενέσθαι, καὶ κατὰ μικρόν, μὴ ὅτι τῶν καθ᾿ ἑαυτὸν καὶ τῆς αὐτῆς ἡλικίας, ἀλλὰ καὶ τῶν πρεσβυτέρων καὶ παλαιοτέρων ἐν τοῖς μαθήμασι, καὶ πάντα ὡς ἑν ἐξασκήσας, καὶ ἀντὶ πάντων ἕκαστον, τοὺς μὲν πτηνοὺς τὴν φύσιν φιλοπονίᾳ νικήσας, τοὺς δὲ γενναίους τὴν ἄσκησιν διανοίας ὀξύτητι, μᾶλλον δὲ τάχει μὲν τοὺς ταχεῖς, σπουδῇ δὲ τοὺς φιλοπόνους ὑπερβαλών, καὶ τοὺς κατ᾿ ἄμφω δεξιοὺς ἀμφοτέροις; Γεωμετρίας μέν γε καὶ ἀστρονομίας, [κα]ὶ τῆς ἐπικινδύνου τοῖς ἄλλοις παιδεύσεως, ὅσον χρήσιμον ἐκλεξάμενος, τοῦτο δὲ ἦν, ἐκ τῆς τῶν οὐρανίων εὐαρμοστίας καὶ τάξεως τὸν δημιουργὸν θαυμάσαι, ὅσον βλαβερὸν ταύτης διέφυγεν, οὐ τῇ φορᾷ τῶν ἄστρων διδοὺς τὰ ὄντα καὶ τὰ γινόμενα, ὡς οἱ τὴν ὁμόδουλον ἑαυτοῖς κτίσιν ἐπανιστάντες τῷ κτίσαντι, Θεῷ δὲ καὶ τἄλλα πάντα, ὥσπερ εἰκός, ἀνατιθεὶς καὶ τὴν τούτων κίνησιν. Ἀριθμῶν δὲ καὶ λογισμῶν καὶ τῆς θαυμασίας ἰατρικῆς, ὅση τὰ περὶ φύσεις καὶ κράσεις καὶ τὰς ἀρχὰς τῶν νοσημάτων φιλοσοφεῖ, ὥστε ταῖς ῥίζαις ἀναιρουμέναις συνεκκόπτειν καὶ τὰ βλαστήματα, τίς οὕτως ἀμαθὴς ἢ φιλόνεικος ὡς ἐκείνῳ δοῦναι τὰ δεύτερα, καὶ μὴ ἀγαπᾶν, εἰ μετ᾿ ἐκεῖνον εὐθὺς ἀριθμοῖτο, τὸ πρεσβεῖον ἐν τοῖς δευτέροις φερόμενος; Καὶ ταῦτα οὐ λόγος ἐστὶν ἀμάρτυρος, ἀλλ᾿ ἐῴα τε ὁμοῦ λῆξις καὶ ἑσπέριος, καὶ ὅσην ἐκεῖνος ἐπῆλθεν ὕστερον, ἐπίσημοι στῆλαι τῆς ἐκείνου παιδεύσεως. Ἐπεὶ δὲ πᾶσαν ἀρετήν τε καὶ μάθησιν, ὥσπερ μεγάλη φορτὶς παντοδαπὴν ἐμπορίαν, εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν συλλεξάμενος, ἐπὶ τὴν ἑαυτοῦ πόλιν ἐστέλλετο, ὡς ἂν καὶ τοῖς ἄλλοις μεταδοίη τῶν καλῶν ἀγωγίμων τῆς ἑαυτοῦ παιδεύσεως, ἐνταῦθά τι καὶ συνηνέχθη πρᾶγμα θαυμάσιον· οὐδὲν δὲ οἶον (καὶ γὰρ ἐμέ γε μάλιστα πάντων εὐφραίνει τοῦτο μνημονευθέν, καὶ ὑμᾶς ἂν ἡδίους ποιήσειεν) ἐν βραχεῖ διηγήσασθαι. Ηὔχετο μὲν ἡ μήτηρ εὐχὴν μητρικήν τινα καὶ φιλόπαιδα, ὥσπερ ἐξέπεμψεν ἀμφοτέρους, οὕτω καὶ σὺν ἀλλήλοις ἐπανελθόντας ἰδεῖν. Ξυνωρὶς γὰρ ἐδοκοῦμέν τις, καὶ εἰ μὴ τοῖς ἄλλοις, μητρί γ᾿ οὖν, εὐχῆς καὶ θέας ἀξία σὺν ἀλλήλοις ὁρώμενοι, ἡ νῦν κακῶς ὑπὸ τοῦ φθόνου διαλυθεῖσα· Θεοῦ δὲ οὕτω κινήσαντος, ὃς ἀκούει δικαίας εὐχῆς καὶ φίλτρον τιμᾷ γονέων εἰς παῖδας εὐγνώμονας, ἐξ οὐδεμιᾶς ἐπινοίας οὐδὲ συνθήματος, ὁ μὲν ἀπὸ τῆς Ἀλεξανδρείας, ὁ δὲ ἀπὸ τῆς Ἑλλάδος, κατὰ τὸν αὐτὸν χρόνον εἰς τὴν αὐτὴν πόλιν, ὁ μὲν ἀπὸ γῆς, ὁ δὲ ἀπὸ θαλάσσης, κατήραμεν. Ἡ πόλις δὲ ἦν τὸ Βυζάντιον, ἡ νῦν προκαθεζομένη τῆς Εὐρώπης πόλις· ἐν ᾗ τοσοῦτον Καισάριος κλέος οὐ πολλοῦ χρόνου διελθόντος ἠνέγκατο, ὥστε δημοσίας τιμὰς αὐτῷ καὶ γάμον τῶν εὐδοκίμων καὶ τῆς συγκλήτου βουλῆς μετουσίαν προτεθῆναι, καὶ πρὸς βασιλέα πρεσβείαν σταλῆναι τὸν μέγαν ἀπὸ κοινοῦ δόγματος, τὴν πρώτην πόλιν τῷ πρώτῳ λογίων κοσμηθῆναί τε καὶ τιμηθῆναι, εἴ τι μέλον αὐτῷ τοῦ πρώτην ἀληθῶς εἶναι καὶ τῆς ἐπωνυμίας ἀξίαν, καὶ τοῦτο προστεθῆναι πᾶσι τοῖς ὑπὲρ αὐτῆς διηγήμασι, τὸ Καισαρίῳ καλλωπίζεσθαι καὶ ἰατρῷ καὶ οἰκήτορι, καίτοι γε μετὰ τῆς ἄλλης λαμπρότητος, πολλοῖς καὶ μεγάλοις εὐθηνουμένην ἀνδράσι, κατά τε φιλοσοφίαν κατά τε τὴν ἄλλην παίδευσιν. Ἀλλὰ τοῦτο μὲν ἱκανῶς. Τότε δ᾿ οὖν τὸ γενόμενον τοῖς μὲν ἄλλοις συντυχία τις ἔδοξεν ἄλογος καὶ ἀναίτιος, οἷα φέρει πολλὰ τὸ αὐτόματον ἐν τοῖς ἡμετέροις· τοῖς δὲ φιλοθέοις καὶ λίαν εὔδηλον ἦν, μὴ ἄλλο τι τὸ συμβὰν εἶναι ἢ γονέων θεοφιλῶν ἔργον, ἐκ γῆς καὶ θαλάττης τοὺς παῖδας συναγόντων εἰς μίαν εὐχῆς ἐκπλήρωσιν. Φέρε μηδὲ τοῦτο τῶν Καισαρίου καλῶν παρέλθωμεν, ὃ τοῖς μὲν ἄλλοις ἴσως μικρὸν καὶ οὐδὲ μνήμης ἄξιον, ἐμοὶ δὲ καὶ τότε καὶ νῦν μέγιστον ἔδοξεν, εἴπερ τῶν ἐπαινετῶν ἡ φιλαδελφία, καὶ οὐ παύσομαι τιθεὶς ἐν πρώτοις, ὁσάκις ἂν τὰ ἐκείνου ἐκδιηγῶμαι. Κατεῖχε μὲν αὐτὸν αἷς εἶπον τιμαῖς ἡ πόλις, καὶ οὐδ᾿ ἂν εἴ τι γένοιτο μεθήσειν ἔφασκεν· ἐγὼ δὲ ἀνθέλκων ἴσχυσα, ὁ πάντα Καισαρίῳ πολὺς καὶ τίμιος, καὶ τοῖς γονεῦσι τὴν εὐχὴν πληρῶσαι, καὶ τῇ πατρίδι τὸ χρέος, καὶ ἐμαυτῷ τὸν πόθον, λαβὼν τῆς ὁδοῦ κοινωνὸν καὶ συνέμπορον, καὶ προτιμηθεὶς οὐ πόλεων καὶ δήμων μόνον, οὐδὲ τιμῶν καὶ πόρων, οἳ πολλοὶ καὶ πολλαχόθεν, οἱ μὲν συνέρρεον ἐκείνῳ, οἱ δὲ ἠλπίζοντο, ἀλλὰ καὶ αὐτοῦ βασιλέως σχεδόν, καὶ τῶν ἐκεῖθεν ἐπιταγμάτων. Ἐντεῦθεν ἐγὼ μὲν φιλοσοφεῖν διέγνων, καὶ πρὸς τὸν ἄνω βίον μεθαρμοσθῆναι, ὥσπερ τινὰ βαρὺν δεσπότην καὶ ἀρρώστημα χαλεπὸν πᾶσαν φιλοτιμίαν ἀποσεισάμενος· μᾶλλον δὲ ὁ μὲν πόθος πρεσβύτερος, ὁ δὲ βίος ὕστερος. Τὸν δέ, τὰ πρῶτα τῆς παιδεύσεως ἀναθέντα τῇ ἑαυτοῦ πατρίδι καὶ θαυμασθέντα τῶν πόνων ἀξίως, μετὰ τοῦτο δόξης ἐπιθυμία καὶ τοῦ προστατεῖν τῆς πόλεως, ὡς ἐμέ γε συνέπειθε, τοῖς βασιλείοις δίδωσιν, οὐ πάνυ μὲν ἡμῖν φίλα ποιοῦντα καὶ κατὰ γνώμην (καὶ γὰρ ἀπολογήσομαι πρὸς ὑμᾶς, ὅτι πολλοστὸν τετάχθαι παρὰ Θεῷ κρεῖττον [εἶναι δοκεῖ τ]ε καὶ ὑψηλότερον ἢ παρὰ τῷ κάτω βασιλεῖ τὰ πρῶτα φέρεσθα)ι, οὐ μὴν ἄξιός γε μέμψεως. Φιλοσοφεῖν μὲν γὰρ ὅσῳ μέγιστον, τοσούτῳ καὶ χαλεπώτατον, καὶ οὐ πολλῶν τὸ ἐγχείρημα, οὐδ᾿ ἄλλων ἢ τῶν ὑπὸ τῆς θείας προκεκλημένων μεγαλονοίας, ἣ τοῖς προῃρημένοις καλῶς χεῖρα δίδωσιν· οὐ μικρὸν δὲ εἴ τις, τὸν δεύτερον προστησάμενος βίον, καλοκαγαθίας μεταποιοῖτο, καὶ πλείω λόγον ἔχοι Θεοῦ καὶ τῆς ἑαυτοῦ σωτηρίας ἢ τῆς κάτω λαμπρότητος· καὶ τὴν μὲν ὡς σκηνὴν προβάλλοιτο, ἤ τι προσωπεῖον τῶν πολλῶν καὶ προσκαίρων, τὸ τοῦ κόσμου τούτου δρᾶμα ὑποκρινόμενος, αὐτὸς δὲ ζῴη Θεῷ, μετὰ τῆς εἰκόνος ἣν οἶδε παρ᾿ ἐκείνου λαβὼν καὶ ὀφείλων τῷ δεδωκότι· ὅπερ ἀμέλει καὶ Καισάριον διανοηθέντα γινώσκομεν. Τάττεται μὲν γὰρ τὴν πρώτην ἐν ἰατροῖς τάξιν, οὐδὲ πολλοῦ πόνου προσδεηθείς, ἀλλ᾿ ἐπιδείξας μόνον τὴν παίδευσιν, μᾶλλον δὲ βραχύν τινα τῆς παιδεύσεως οἷον πρόλογον, κἀν τοῖς φίλοις τοῦ βασιλέως εὐθὺς ἀριθμούμενος, τὰς μεγίστας καρποῦται τιμάς. Ἄμισθον δὲ τὴν τῆς τέχνης φιλανθρωπίαν τοῖς ἐν τέλει προτίθησιν, εἰδὼς οὐδὲν οὕτως ὡς ἀρετὴν καὶ τὸ ἐπὶ τοῖς καλλίστοις γινώσκεσθαι προάγειν εἰς τὸ ἔμπροσθεν· καὶ ὧν τῇ τάξει δεύτερος ἦν, τούτων κατὰ πολὺ περιῆν τῇ δόξῃ, πᾶσι μὲν ὢν διὰ σωφροσύνην ἐπέραστος, καὶ διὰ τοῦτο τὰ τίμια πιστευόμενος καὶ μηδὲν Ἱπποκράτους ὁρκιστοῦ προσδεόμενος, ὡς μηδὲν εἶναι καὶ τὴν Κράτητος ἁπλότητα πρὸς τὴν ἐκείνου θεωρουμένην· πᾶσι δὲ πλέον ἢ κατὰ τὴν ἀξίαν αἰδέσιμος, μεγάλων μὲν ἀεὶ τῶν παρόντων ἀξιούμενος, μειζόνων δὲ ἄξιος εἶναι τῶν ἐλπιζομένων κρινόμενος τοῖς τε βασιλεῦσιν αὐτοῖς καὶ ὅσοι τὰ πρῶτα μετ᾿ ἐκείνους ἔχουσιν. Τὸ δὲ μέγιστον, ὅτι μήτε ὑπὸ τῆς δόξης μήτε ὑπὸ τῆς ἐν μέσῳ τρυφῆς τὴν τῆς ψυχῆς εὐγένειαν διεφθάρη· ἀλλὰ πολλῶν καὶ μεγάλων ὑπαρχόντων αὐτῷ, πρῶτον ἦν εἰς ἀξίωμα Χριστιανὸν καὶ εἶναι καὶ ὀνομάζεσθαι, καὶ πάντα ὁμοῦ παιδιά τις ἐκείνῳ καὶ λῆρος πρὸς ἑν τοῦτο κρινόμενα· τὰ μὲν γὰρ ἄλλα ὡς ἐπὶ σκηνῆς καὶ ἄλλοις παίζεσθαι, τάχιστα πηγνυμένης τε καὶ καταλυομένης, τάχα δὲ φθειρομένης ῥᾷον ἢ συνισταμένης, ὡς εἶναι ἰδεῖν ἐκ τῶν πολλῶν τοῦ βίου μεταβολῶν, καὶ τῆς ἄνω καὶ κάτω μεταπιπτούσης εὐετηρίας· μόνον δὲ ἴδιον ἀγαθὸν εἶναι καὶ παραμένον ἀσφαλῶς, τὴν εὐσέβειαν. Ταῦτα Καισαρίῳ ἐφιλοσοφεῖτο κἀν τῇ χλανίδι· ταύταις καὶ συνέζησε ταῖς ἐννοίαις καὶ συναπῆλθε, μείζω τῆς φαινομένης εἰς τὸ κοινὸν εὐσεβείας Θεῷ γνωρίζων καὶ παριστὰς τὴν κατὰ τὸν κρυπτὸν ἄνθρωπον. Καὶ εἴ με δεῖ, πάντα παρέντα, τὴν προστασίαν τῶν ἐκ γένους ἀτυχησάντων, τὴν ὑπεροψίαν τοῦ τύφου, τὴν πρὸς τοὺς φίλους ἰσοτιμίαν, τὴν πρὸς τοὺς ἄρχοντας παρρησίαν, τοὺς ὑπὲρ ἀληθείας ἀγῶνας καὶ λόγους, οὓς πολλοὺς πολλάκις καὶ πρὸς πολλοὺς συνεστήσατο, οὐ λογικῶς μόνον, ἀλλὰ καὶ λίαν εὐσεβῶς τε καὶ διαπύρως, ἑν ἀντὶ πάντων εἰπεῖν τῶν ἐκείνου τὸ γνωριμώτατον· ἐλύσσα καθ᾿ ἡμῶν βασιλεὺς ὁ δυσώνυμος, καὶ καθ᾿ ἑαυτοῦ πρῶτον μανεὶς, ἐκ τῆς εἰς Χριστὸν ἀθετήσεως ἀφόρητος ἤδη καὶ τοῖς ἄλλοις ἦν, οὐδ᾿ ἐν ἴσῳ τοῖς λοιποῖς χριστομάχοις μεγαλοψύχως ἀπογραφόμενος εἰς τὴν ἀσέβειαν, ἀλλὰ κλέπτων τὸν διωγμὸν ἐν ἐπιεικείας πλάσματι, καὶ κατὰ τὸν σκολιὸν ὄφιν, ὃς τὴν ἐκείνου κατέσχε ψυχήν, παντοίαις μηχαναῖς ὑποσπῶν τοὺς ἀθλίους εἰς τὸ ἑαυτοῦ βάραθρον. Καὶ τὸ μὲν πρῶτον αὐτοῦ τέχνασμά τε καὶ σόφισμα, πάσχοντας ὡς Χριστιανούς, ὡς κακούργους κολάζεσθαι, ἵνα μηδὲ τῆς ἐπὶ τοῖς ἄθλοις τιμῆς τυγχάνοιμεν· ἐφθόνει γὰρ καὶ ταύτης Χριστιανοῖς ὁ γεννάδας· τὸ δὲ δεύτερον, πειθοῦς ὄνομα προσεῖναι τῷ γινομένῳ, μὴ τυραννίδος, ὡς ἂν μεῖζον ᾖ τοῦ κινδύνου τὸ τῆς αἰσχύνης αὐθαιρέτως χωροῦσι πρὸς τὴν ἀσέβειαν· καὶ τοὺς μὲν χρήμασι, τοὺς δὲ ἀξιώμασι, τοὺς δὲ ὑποσχέσεσι, τοὺς δὲ παντοίαις τιμαῖς ὑφελκόμενος, ἃς οὐδὲ βασιλικῶς προσῆγεν, ἀλλὰ καὶ λίαν δουλοπρεπῶς, ἐν ταῖς ἁπάντων ὄψεσι, πάντας δὲ τῇ γοητείᾳ τῶν λόγων καὶ τῷ καθ᾿ ἑαυτὸν ὑποδείγματι, ἐπὶ πολλοῖς πειρᾶται καὶ Καισαρίου. Φεῦ τῆς παραπληξίας καὶ τῆς ἀνοίας, εἰ Καισάριόν τε ὄντα καὶ ἀδελφὸν ἐμὸν καὶ τῶν γονέων τούτων συλήσειν ἤλπισεν. Ἀλλ᾿, ἵνα μικρὸν προσδιατρίψω τῷ λόγῳ, κατατρυφήσω τοῦ διηγήματος, ὡς οἱ παρόντες τοῦ θεάματος, εἰσῄει μὲν ὁ γεννάδας ἐκεῖνος, τῷ τοῦ Χριστοῦ σημείῳ φραξάμενος, καὶ τὸν μέγαν Λόγον ἑαυτοῦ προβαλλόμενος, πρὸς τὸν πολὺν ἐν ὅπλοις καὶ μέγαν ἐν λόγων δεινότητι· οὐδὲν δὲ καταπλαγεὶς πρὸς τὴν ὄψιν οὐδὲ θωπείᾳ τι καταβαλὼν τοῦ φρονήματος, ἀθλητὴς ἕτοιμος ἦν καὶ λόγῳ καὶ ἔργῳ πρὸς τὸν ἐν ἀμφοτέροις δυνατὸν ἀγωνίζεσθαι. Τὸ μὲν οὖν στάδιον τοιοῦτον, καὶ ὁ τῆς εὐσεβείας ἀγωνιστὴς τοσοῦτος· καὶ ἀγωνοθέτης, ἔνθεν μὲν Χριστός, τοῖς ἑαυτοῦ πάθεσι τὸν ἀθλητὴν ἐξοπλίζων, ἐκεῖθεν δὲ δεινὸς τύραννος, τῇ τῶν λόγων οἰκειότητι προσσαίνων καὶ τῷ τῆς ἐξουσίας ὄγκῳ δεδιττόμενος· θέατρον δὲ ἀμφοτέρωθεν, τῶν τε τῇ εὐσεβείᾳ λειπομένων ἔτι καὶ τῶν ὑπ᾿ ἐκείνου συνηρπαςμένων, ὅπη νεύσῃ τὰ κατ᾿ αὐτοὺς ἀποσκοπούντων, ὅστις νικήσειε πλείω τὴν ἀγωνίαν ἐχόντων ἢ περὶ οὓς τὸ θέατρον. Ἆρ᾿ οὐκ ἔδεισας περὶ Καισαρίου, μή τι πάθῃ τῆς προθυμίας ἀνάξιον; Ἀλλὰ θαρσεῖτε· μετὰ Χριστοῦ γὰρ ἡ νίκη, τοῦ τὸν κόσμον νικήσαντος. Τὰ μὲν οὖν καθ᾿ ἕκαστον τῶν τότε ῥηθέντων ἢ προτεθέντων ἐκδιηγεῖσθαι τὰ νῦν ἐγὼ μέν, εὖ ἴστε, τοῦ παντὸς ἂν ἐτιμησάμην· καὶ γὰρ καὶ λογικάς τινας ἔστιν ἃς ἔχει στροφὰς καὶ κομψείας ὁ λόγος, ἐμοὶ γοῦν οὐκ ἀηδεῖς εἰς μνήμην· ἔξω δ᾿ ἂν εἴη παντελῶς τοῦ καιροῦ καὶ τοῦ λόγου. Ὡς δὲ πάσας αὐτοῦ τὰς ἐν τοῖς λόγοις πλοκὰς διαλύσας, καὶ πεῖραν ἅπασαν ἀφανῆ τε καὶ φανερὰν ὥσπερ τινὰ παιδιὰν παρωσάμενος, μεγάλῃ καὶ λαμπρᾷ τῇ φωνῇ τὸ Χριστιανὸς εἶναί τε καὶ μένειν ἀνεκήρυξεν, οὐδὲ οὕτω μὲν παντελῶς ἀποπέμπεται· καὶ γὰρ δεινὸς ἔρως εἶχε τὸν βασιλέα τῇ Καισαρίου παιδεύσει συνεῖναι καὶ καλλωπίζεσθαι· ἡνίκα καὶ τὸ περιβόητον τοῦτο ἐν ταῖς τῶν πάντων ἀκοαῖς ἐφθέγξατο· Ὢ πατρὸς εὐτυχοῦς, ὢ παίδων δυστυχῶν· ἐπειδὴ καὶ ἡμᾶς ἠξίωσε τιμῆσαι τῇ κοινωνίᾳ τῆς ἀτιμίας, ὧν καὶ τὴν παίδευσιν Ἀθήνῃσιν ἔγνω καὶ τὴν εὐσέβειαν. Δευτέρᾳ δὲ εἰσόδῳ ταμιευθείς, ἐπειδή γε κατὰ Περσῶν ἐκεῖνον ἡ δίκη καλῶς ἐξώπλισεν, ἐπάνεισι πρὸς ἡμᾶς φυγὰς μακάριος καὶ τροπαιοῦχος ἀναίμακτος καὶ περιφανέστερος τὴν ἀτιμίαν ἢ τὴν λαμπρότητα. Ταύτην ἐγὼ τὴν νίκην τῆς πολλῆς ἐκείνου χειρὸς καὶ τῆς ὑψηλῆς ἁλουργίδος καὶ τοῦ πολυτελοῦς διαδήματος ὑψηλοτέραν κρίνω μακρῷ καὶ τιμιωτέραν· τούτῳ τῷ διηγήματι πλέον ἐπαίρομαι ἢ εἰ πᾶσαν ἐκείνῳ τὴν βασιλείαν ἀπεμερίσατο. Τοῖς μὲν οὖν πονηροῖς ὑποχωρεῖ χρόνοις, καὶ τοῦτο κατὰ τὴν ἡμετέραν νομοθεσίαν, ἐνστάντος μὲν καιροῦ, διακινδυνεύειν ὑπὲρ τῆς ἀληθείας, καὶ μὴ προδιδόναι δειλίᾳ τὴν εὐσέβειαν, ἕως δ᾿ ἂν ἐξῇ, μὴ προκαλεῖσθαι τοὺς κινδύνους κελεύουσαν, εἴτε δέει τῶν ἡμετέρων ψυχῶν, εἴτε φειδοῖ τῶν ἐπαγόντων τὸν κίνδυνον. Ἐπεὶ δὲ ὁ ζόφος ἐλύθη, καὶ ἡ ὑπερορία καλῶς ἐδίκασε, καὶ ἡ στιλβωθεῖσα ῥομφαία τὸν ἀσεβῆ κατέβαλε, καὶ Χριστιανοῖς ἐπανῆλθε τὰ πράγματα, τί δεῖ λέγειν μεθ᾿ οἵας δόξης τε καὶ τιμῆς ἢ τῶν μαρτυρίων οἵων καὶ ὅσων, καὶ ὡς διδοὺς χάριν μᾶλλον ἢ κομιζόμενος, τοῖς βασιλείοις αὖθις ἀναλαμβάνεται, καὶ διαδέχεται τὴν προτέραν τιμὴν ἡ δευτέρα; Καὶ βασιλεῖς μὲν ὁ χρόνος παρήμειψε, Καισαρίῳ δὲ τὸ τῆς εὐδοξίας ἄλυτον καὶ τῶν παρ᾿ αὐτοῖς πρωτείων, καὶ ἀγὼν βασιλεῦσιν ὅστις μᾶλλον Καισάριον οἰκειώσηται, καὶ οὗ μᾶλλον ἐκεῖνος ὀνομασθῇ φίλος καὶ γνώριμος. Τοιαῦτα Καισαρίῳ τὰ τῆς εὐσεβείας καὶ παρὰ τῆς εὐσεβείας. Ἀκουέτωσαν καὶ νέοι καὶ ἄνδρες, καὶ διὰ τῆς αὐτῆς ἀρετῆς πρὸς τὴν αὐτὴν ἐπιφάνειαν ἐπειγέσθωσαν (ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεή)ς, ὅσοις καὶ τοῦτο διὰ σπουδῆς καὶ μέρος εὐδαιμονίας ὑπολαμβάνεται. Ἀλλ᾿ οἷον δὴ καὶ τοῦτο τῶν περὶ αὐτὸν θαυμάτων, ὁμοῦ τε τῆς τῶν γονέων θεοσεβείας καὶ τῆς ἐκείνου μεγίστην ἔχον ἀπόδειξιν; Διέτριβε μὲν ἐν τῇ Βιθυνῶν, τὴν οὐ πολλοστὴν ἀπὸ βασιλέως διέπων ἀρχήν. Ἡ δὲ ἦν, ταμιεύειν βασιλεῖ τὰ χρήματα καὶ τῶν θησαυρῶν ἔχειν τὴν ἐπιμέλειαν· ἐντεῦθεν γὰρ αὐτῷ τὰς μείζους ἀρχὰς βασιλεὺς προοιμιάζεται. Τοῦ δὲ πρῴην συνενεχθέντος ἐν Νικαίᾳ σεισμοῦ, ὃς δὴ χαλεπώτατος τῶν πώποτε μνημονευομένων γεγονέναι λέγεται, μικροῦ τοὺς πάντας ἐγκαταλαβόντος καὶ τῷ τῆς πόλεως κάλλει συναφανίσαντος, μόνος τῶν ἐπιφανῶν ἢ κομιδῆ σὺν ὀλίγοις, ἐκ τοῦ κινδύνου περισῴζεται, καὶ σωτηρίαν ἀπιστουμένην, αὐτῷ σκεπασθεὶς τῷ συμπτώματι, καὶ μικρὰ σημεῖα τοῦ κινδύνου φερόμενος, ὅσον τὸν φόβον παιδαγωγὸν λαβεῖν τῆς μείζονος σωτηρίας, καὶ ὅλος τῆς ἄνω γενέσθαι μοίρας, μεταθέμενος τὴν στρατείαν ἐκ τῶν κινουμένων, καὶ ἀμείψας ἑαυτῷ τὰ βασίλεια. Τοῦτο μὲν οὖν καὶ διενοεῖτο, καὶ κατὰ σπουδὴν ἑαυτῷ συνηύχετο, ὡς πρὸς ἐμὲ γράφων ἔπειθεν, ἁρπάσαντα τὸν καιρὸν εἰς νουθέτησιν, ὅπερ οὐδ᾿ ἄλλοτε ποιῶν ἐπαυσάμην, ζηλοτυπῶν τὸ ἐκείνου μεγαλοφυὲς στρεφόμενον ἐν τοῖς χείροσι, καὶ τὴν φιλόσοφον οὕτω ψυχὴν ἐν τοῖς δημοσίοις καλινδουμένην, καὶ ὥσπερ ἥλιον νέφει συγκαλυπτόμενον. Ἀλλὰ τοῦ μὲν σεισμοῦ κρείττων ἐγένετο, τῆς νόσου δὲ οὐκ ἔτι· καὶ γὰρ ἦν ἄνθρωπος· καὶ τὸ μὲν ἴδιον ἐκείνου, τὸ δὲ κοινὸν πρὸς τοὺς ἄλλους· καὶ τὸ μὲν τῆς εὐσεβείας, τὸ δὲ τῆς φύσεως. Καὶ προύλαβεν ἡ παραμυθία τὸ πάθος, ἵνα τῷ θανάτῳ σεισθέντες, τῷ παραδόξῳ τῆς τότε σωτηρίας ἐγκαυχησώμεθα. Καὶ νῦν ἡμῖν ὁ πολὺς Καισάριος ἀποσέσωσται, κόνις τιμία, νεκρὸς ἐπαινούμενος, ὕμνοις ἐξ ὕμνων παραπεμπόμενος, μαρτύρων βήμασι πομπευόμενος, γονέων χερσὶν ὁσίαις τιμώμενος, μητρὸς λαμπροφορίᾳ τῷ πάθει τὴν εὐσέβειαν ἀντεισαγούσης, δάκρυσιν ἡττωμένοις φιλοσοφίᾳ, ψαλμῳδίαις κοιμιζούσαις τοὺς θρήνους, καὶ τῆς νεοκτίστου ψυχῆς, ἣν τὸ Πνεῦμα δι᾿ ὕδατος ἀνεμόρφωσεν, ἄξια τὰ γέρα καρπούμενος. Τοῦτό σοι, Καισάριε, παρ᾿ ἐμοῦ τὸ ἐντάφιον· αὗται τῶν ἐμῶν λόγων αἱ ἀπαρχαί, οὓς κρυπτομένους πολλάκις μεμψάμενος ἐπὶ σεαυτὸν γυμνώσειν ἔμελλες. Οὗτος ὁ παρ᾿ ἐμοῦ κόσμος, σοὶ δὲ κόσμου παντός, εὖ οἶδα, φίλτατος· οὐ σηρῶν περιρρέοντα καὶ μαλακὰ νήματα, οἷς οὐδὲ περιὼν ἔχαιρες κατὰ τοὺς πολλούς, ἀρετῇ μόνῃ κοςμούμενος, οὐδὲ λίνου διαφανοῦς ὑφάσματα, οὐδὲ μύρων πολυτίμων ἐπιχύσεις, ἃ ταῖς γυναικωνίτισιν ἀπεπέμπου καὶ πρότερον, καὶ ὧν ἡμέρα μία λύει τὴν εὐωδίαν, οὐδ᾿ ἄλλο τι τῶν μικρῶν καὶ τοῖς μικροῖς τιμίων, ἃ πάντα κατέκρυψεν ἂν σήμερον ὁ πικρὸς λίθος οὗτος μετὰ τοῦ καλοῦ σώματος. Ἐρρέτωσάν μοι καὶ ἀγῶνες Ἑλληνικοὶ καὶ μῦθοι, δι᾿ ὧν ἔφηβοι δυστυχεῖς ἐτιμήθησαν, μικρὰ μικρῶν ἀγωνισμάτων προτιθέντες τὰ ἔπαθλα· καὶ ὅσα διὰ χοῶν τε καὶ ἀπαργμάτων, ἢ στεμμάτων τε καὶ ἀνθέων νεοδρέπτων, ἀφοσιοῦνται τοὺς ἀπελθόντας ἀνθρώπους, νόμῳ πατρίῳ μᾶλλον καὶ ἀλογίᾳ πάθους ἢ λόγῳ δουλεύοντες. Τὸ δὲ ἐμὸν δῶρον, λόγος, ὃ τάχα καὶ ὁ μέλλων ὑπολήψεται χρόνος ἀεὶ κινούμενον, καὶ οὐκ ἐῶν εἰς τὸ παντελὲς ἀπελθεῖν τὸν ἐνθένδε μεταχωρήσαντα, φυλάσσον δὲ ἀεὶ καὶ ἀκοαῖς καὶ ψυχαῖς τὸν τιμώμενον, καὶ πινάκων ἐναργεστέραν προτιθεὶς τὴν εἰκόνα τοῦ ποθουμένου. Τὰ μὲν οὖν παρ᾿ ἡμῶν τοιαῦτα. Εἰ δὲ μικρὰ καὶ τῆς ἀξίας ἐλάττω, καὶ Θεῷ φίλον τὸ κατὰ δύναμιν. Καὶ τὰ μὲν ἀποδεδώκαμεν, τὰ δὲ δώσομεν, τὰς δι᾿ ἔτους προσφέροντες τιμάς τε καὶ μνήμας, οἵ γε τῷ βίῳ περιλειπόμενοι. Σὺ δὲ ἡμῖν οὐρανοὺς ἐμβατεύοις, ὦ θεία καὶ ἱερὰ κεφαλή, καὶ ἐν κόλποις Ἀβραάμ, οἵτινες δὴ οὗτοί εἰσιν, ἀναπαύσαιο, καὶ ἀγγέλων ἐποπτεύοις χορείαν, καὶ μακαρίων ἀνδρῶν δόξας τε καὶ λαμπρότητας· μᾶλλον δὲ συγχορεύοις καὶ συναγάλλοιο πάντα διαγελῶν τὰ τῇδε ἀφ᾿ ὕψους, τούς τε καλουμένους πλούτους καὶ τὰς ἐρριμμένας ἀξίας, καὶ τὰς ψευδομένας τιμάς, καὶ τὴν διὰ τῶν αἰσθήσεων πλάνην, καὶ τὴν τοῦ βίου τούτου περιφοράν, καὶ τὴν ὥσπερ ἐν νυκτομαχίᾳ σύγχυσίν τε καὶ ἄγνοιαν, βασιλεῖ τῷ μεγάλῳ παριστάμενος, καὶ τοῦ ἐκεῖθεν φωτὸς πληρούμενος· οὗ μικρὰν ἀπορροὴν ἐντεῦθεν δεξάμενοι, ὅσον ἐν ἐσόπτροις φαντάζεσθαι καὶ αἰνίγμασιν, αὐτῇ τῇ πηγῇ τοῦ καλοῦ μετὰ ταῦτα ἐντύχοιμεν, καθαρῷ νῷ καθαρὰν τὴν ἀλήθειαν ἐποπτεύοντες, καὶ τοῦτον μισθὸν εὑρίςκοιμεν τῆς περὶ τὸ καλὸν ἐνταῦθα φιλοπονίας, τὴν τελεωτέραν ἐκεῖσε τοῦ καλοῦ μετουσίαν καὶ θεωρίαν· ὅπερ δὴ τῆς ἡμετέρας τέλος μυσταγωγίας βίβλοι τε καὶ ψυχαὶ θεολόγοι θεσπίζουσιν. Τί λοιπὸν ἔτι; τὴν ἐκ λόγου θεραπείαν τοῖς ἀλγοῦσι προσενεγκεῖν. Μέγα δὲ [τοῖς πενθοῦσ]ι τὸ παρὰ τῶν συναλγούντων φάρμακον· καὶ οἱ τὸ ἴσον τοῦ πάθους ἔχοντες πλέον εἰσὶν εἰς παραμυθίαν τοῖς πάσχουσι. Μάλιστα μὲν οὖν πρὸς τοιούτους ἐστὶν ἡμῖν ὁ λόγος, ὑπὲρ ὧν αἰσχυνοίμην ἄν, εἰ μὴ καθάπερ ἄλλου παντὸς τῶν καλῶν, οὕτω καὶ καρτερίας τὰ πρῶτα φέροιντο. Καὶ γὰρ εἰ φιλόπαιδες πάντων μᾶλλον, ἀλλὰ καὶ πάντων μᾶλλον φιλόσοφοι καὶ φιλόχριστοι, καὶ τὴν ἐντεῦθεν μετάβασιν ἐκ πλείονος αὐτοί τε μελετήσαντες καὶ τοὺς ἐξ αὐτῶν διδάξαντες, μᾶλλον δὲ τὸν βίον ὅλον μελέτην λύσεως ἐνστησάμενοι. Εἰ δὲ ἔτι τὸ πάθος ἐπισκοτεῖ τοῖς λογισμοῖς, καί, καθάπερ λήμη τις τὸν ὀφθαλμὸν ὑπελθοῦσα, καθαρῶς συνιδεῖν οὐκ ἐᾷ τὸ δέον, φέρε δέξασθε παράκλησιν οἱ πρεσβύτεροι τοῦ νέου, καὶ τοῦ παιδὸς οἱ πατέρες, καὶ τοῦ νουθετεῖσθαι παρὰ τῶν τηλικούτων ὀφείλοντος, οἱ πολλοὺς νουθετήσαντες, καὶ τῷ πολλῷ χρόνῳ τὴν ἐμπειρίαν συλλέξαντες. Θαυμάσητε δὲ μηδέν, εἰ νέος νουθετῶ γέροντας· καὶ τοῦτο ὑμέτερον, εἴ τι πολιᾶς ἄμεινον συνορᾶν ἔχω. Πόσον ἔτι βιωσόμεθα χρόνον, ὦ τίμιαι πολιαὶ καὶ Θεῷ πλησιάζουσαι; πόσον ἐνταῦθα κακοπαθήσομεν; Οὐδὲ ὁ πᾶς ἀνθρώπων βίος μακρός, ὡς τῇ θείᾳ φύσει καὶ ἀτελευτήτῳ παραβαλεῖν, μὴ ὅτι τὸ τῆς ζωῆς λείψανον, καὶ ἡ λύσις, ὡς ἂν εἴποιμεν, τῆς ἀνθρωπίνης πνοῆς, καὶ τοῦ προσκαίρου βίου τὰ τελευταῖα. Πόσον ἡμᾶς ἔφθη Καισάριος; πόσον ἔτι τὸν ἀπελθόντα πενθήσομεν; Οὐ πρὸς τὴν αὐτὴν ἐπειγόμεθα μονήν; Οὐ τὸν αὐτὸν ὑποδυσόμεθα λίθον αὐτίκα; οὐχ ἡ αὐτὴ κόνις μετὰ μικρὸν ἐσόμεθα; οὐ τοσοῦτον κερδανοῦμεν ἐν ταῖς μικραῖς ταύταις ἡμέραις, ὅσον πλείω κακά, τὰ μὲν ἰδόντες, τὰ δὲ παθόντες, τὰ δὲ καὶ πράξαντες ἴσως, λειτουργῆσαι τῷ τῆς φύσεως νόμῳ τὴν κοινὴν εἰσφορὰν καὶ ἀσάλευτον, καὶ τοῖς μὲν ἐπαπελθεῖν, τῶν δὲ προαπελθεῖν, καὶ τοὺς μὲν κλαῦσαι, ὑπὸ δὲ τῶν θρηνηθῆναι, καὶ παρ᾿ ἄλλων ἀντιλαβεῖν ὃν προεισηνέγκαμεν ἄλλοις τῶν δακρύων ἔρανον; Τοιοῦτος ὁ βίος ἡμῶν, ἀδελφοί, τῶν ζώντων πρόσκαιρα· τοιοῦτο τὸ ἐπὶ γῆς παίγνιον· οὐκ ὄντας γενέςθαι, καὶ γενομένους ἀναλυθῆναι. Ὄναρ ἐσμὲν οὐχ ἱστάμενον, φάσμα τι μὴ κρατούμενον, πτῆσις ὀρνέου παρερχομένου, ναῦς ἐπὶ θαλάσσης ἴχνος οὐκ ἔχουσα, κόνις, ἀτμίς, ἑωθινὴ δρόσος, ἄνθος καιρῷ φυόμενον καὶ καιρῷ λυόμενον. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· καλῶς ὁ θεῖος Δαβὶδ περὶ τῆς ἀσθενείας ἡμῶν ἐφιλοσόφησεν· καὶ ἐν ἐκείνοις πάλιν τοῖς ῥήμασι· Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· καὶ παλαιστῶν μέτρον τὰς ἀνθρωπίνας ἡμέρας ὁρίζεται. Τί δ᾿ ἂν εἴποις πρὸς Ἱερεμίαν, ὃς καὶ τῇ μητρὶ μέμφεται τῆς γεννήσεως ἀλγῶν, καὶ ταῦτα ἐπ᾿ ἀλλοτρίοις πταίσμασι; Πάντα εἶδον, φησὶν ὁ Ἐκκλησιαστής, πάντα ἐπῆλθον λογισμῷ τὰ ἀνθρώπινα, πλοῦτον, τρυφήν, δυναστείαν, δόξαν τὴν ἄστατον, σοφίαν τὴν ὑποφεύγουσαν πλέον ἢ κρατουμένην, πάλιν τρυφήν, σοφίαν πάλιν, ἐπὶ τὰ αὐτὰ πολλάκις ἀνακυκλούμενος, γαστρὸς ἡδονάς, παραδείσους, πλῆθος οἰκετῶν, πλῆθος κτημάτων, οἰνοχόους καὶ οἰνοχόας, ᾄδοντας καὶ ᾀδούσας, ὅπλα, δορυφόρους, ἔθνη προσπίπτοντα, φόρους συλλεγομένους, ὀφρῦν βασιλείας, ὅσα περιττὰ τοῦ βίου, ὅσα τῶν ἀναγκαίων, οἷς ὑπὲρ πάντας ἦλθον βασιλεῖς τοὺς ἔμπροσθεν, καὶ τί ἐπὶ πᾶσι τούτοις; Πάντα ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, εἴτ᾿ οὖν ὁρμή τις ψυχῆς ἀλόγιστος, καὶ περισπασμὸς ἀνθρώπου, τοῦτο κατακριθέντος, ἴσως ἐκ τοῦ παλαιοῦ πτώματος· τἀλλά, τέλος λόγου, φησὶ, τὸ πᾶν ἄκουε, τὸν Θεὸν φοβοῦ. Ἐνταῦθα τῆς ἀπορίας ἵσταται· καὶ τοῦτό σοι μόνον τῆς ἐνταῦθα ζωῆς τὸ κέρδος, ὁδηγηθῆναι διὰ τῆς ταραχῆς τῶν ὁρωμένων καὶ σαλευομένων ἐπὶ τὰ ἑστῶτα καὶ μὴ κινούμενα. Μὴ τοίνυν πενθῶμεν Καισάριον, οἵων ἀπηλλάγη κακῶν εἰδότες, ἀλλ᾿ ἡμᾶς αὐτούς, οἵοις ὑπελείφθημεν, καὶ οἷα θησαυρίσομεν, εἰ μὴ γνησίως Θεῷ προσθέμενοι καὶ παραδραμόντες τὰ παρατρέχοντα πρὸς τὴν ἄνω ζωὴν ἐπειγοίμεθα, ἔτι ὑπὲρ γῆς ὄντες καταλιπόντες τὴν γῆν, καὶ τῷ πνεύματι φέροντι πρὸς τὰ ἄνω γνησίως ἀκολουθήσαντες. Ταῦτα καὶ ἀλγεινὰ τοῖς ὀλιγοψύχοις, καὶ κοῦφα τοῖς ἀνδρικοῖς τὴν διάνοιαν. Σκοπῶμεν δὲ οὕτως. Οὐκ ἄρξει Καισάριος· ἀλλ᾿ οὐδὲ ἀρχθήσεται πρὸς ἄλλων. Οὐ φοβήσει τινάς· ἀλλ᾿ οὐδὲ δείσει βαρὺν δεσπότην, πολλάκις τὸν οὐδὲ ἄρχεσθαι ἄξιον. Οὐ συνάξει πλοῦτον· ἀλλ᾿ οὐδὲ ὑπόψεται φθόνον, ἢ ψυχὴν ζημιωθήσεται κακῶς συνάγων, καὶ τοσοῦτον ἀεὶ προσλαμβάνειν ζητῶν ὅσον ἐκτήσατο. Τοιαύτη γὰρ ἡ τοῦ πλουτεῖν νόσος, ὅρον τοῦ δεῖσθαι πλείονος οὐκ ἔχουσα, ἀλλὰ τὸ ποτὸν ἀεὶ δίψους ἔτι ποιουμένη φάρμακον. Οὐκ ἐπιδείξεται λόγους· ἀλλ᾿ ὑπὸ λόγων γε θαυμασθήσεται. Οὐ φιλοσοφήσει τὰ Ἱπποκράτους καὶ Γαληνοῦ, καὶ τῶν ἀντιθέτων ἐκείνοις· ἀλλ᾿ οὐδὲ κακοπαθήσει νόσοις, ἰδίας ἐπ᾿ ἀλλοτρίαις συμφοραῖς λύπας καρπούμενος. Οὐκ ἀποδείξει τὰ Εὐκλείδου καὶ Πτολεμαίου καὶ Ἥρωνος· ἀλλ᾿ οὐδὲ ἀλγήσει τοῖς ἀπαιδεύτοις φυσῶσι μείζονα. Οὐ καλλωπιεῖται τοῖς Πλάτωνος καὶ Ἀριστοτέλους καὶ Πύρρωνος καὶ Δημοκρίτοις δή τισι καὶ Ἡρακλείτοις καὶ Ἀναξαγόραις, Κλεάνθαις τε καὶ Ἐπικούροις, καὶ οὐκ οἶδ᾿ οἷστισι τῶν ἐκ τῆς σεμνῆς Στοᾶς καὶ Ἀκαδημίας· ἀλλ᾿ οὐδὲ φροντίσει ὅπως διαλύσῃ τούτων τὰς πιθανότητας. Τί με δεῖ μνημονεύειν τῶν ἄλλων; Ἀλλὰ ταῦτα δὴ τὰ τίμια πᾶσι καὶ περισπούδαστα· οὐ παραστήσεται γαμετήν, οὐ παῖδας· ἀλλ᾿ οὐδὲ θρηνήσει τούτους ἢ θρηνηθήσεται ὑπὸ τούτων, ἢ καταλιπὼν ἄλλοις ἢ καταλειφθεὶς συμφορᾶς ὑπόμνημα. Οὐ κληρονομήσει χρημάτων· ἀλλὰ κληρονομηθήσεται ὑφ᾿ ὧν χρησιμώτατον καὶ ὧν αὐτὸς ἠθέλησεν, ἵνα πλούσιος ἐνθένδε μεταναστῇ, πάντα μεθ᾿ ἑαυτοῦ φερόμενος. Ὢ τῆς φιλοτιμία!ς ὢ τῆς καινῆς παρακλήσεω!ς ὢ τῆς μεγαλοψυχίας τῶν ἐπιβαλλομένων! Ἠκούσθη κήρυγμα πάσης ἀκοῆς ἄξιον, καὶ μητρὸς πάθος κενοῦται δι᾿ ὑποσχέσεως καλῆς καὶ ὁσίας, δοῦναι τὰ πάντα τῷ παιδί, τὸν ἐκείνου πλοῦτον ὑπὲρ ἐκείνου δῶρον ἐντάφιον, καὶ μηδὲν ὑπολειφθῆναι τοῖς προσδοκήσασιν. Οὔπω ταῦτα ἱκανὰ πρὸς παραμυθίαν; Προσοίσω τὸ μεῖζον φάρμακον. Πείθομαι σοφῶν λόγοις, ὅτι ψυχὴ πᾶσα καλή τε καὶ θεοφιλής, ἐπειδὰν τοῦ συνδεδεμένου λυθεῖσα σώματος ἐνθένδε ἀπαλλαγῇ, εὐθὺς μὲν ἐν συναισθήσει καὶ θεωρίᾳ τοῦ μένοντος αὐτὴν καλοῦ γενομένη, ἅτε τοῦ ἐπισκοτοῦντος ἀνακαθαρθέντος, ἢ ἀποτεθέντος, ἢ οὐκ οἶδ᾿ ὅ τι καὶ λέγειν χρή, θαυμασίαν τινὰ ἡδονὴν ἥδεται καὶ ἀγάλλεται καὶ ἵλεως χωρεῖ πρὸς τὸν ἑαυτῆς δεσπότην, ὥσπερ τι δεσμωτήριον χαλεπὸν τὸν ἐνταῦθα βίον ἀποφυγοῦσα, καὶ τὰς περικειμένας ἀποσεισαμένη πέδας ὑφ᾿ ὧν τὸ τῆς διανοίας πτερὸν καθείλκετο, καὶ οἷον ἤδη τῇ φαντασίᾳ καρποῦται τὴν ἀποκειμένην μακαριότητα· μικρὸν δ᾿ ὕστερον καὶ τὸ συγγενὲς σαρκίον ἀπολαβοῦσα, ᾧ τὰ ἐκεῖθεν συνεφιλοσόφησε, παρὰ τῆς καὶ δούσης καὶ πιστευθείσης γῆς, τρόπον ὃν οἶδεν ὁ ταῦτα συνδήσας καὶ διαλύσας Θεός, τούτῳ συγκληρονομεῖ τῆς ἐκεῖθεν δόξης· καὶ καθάπερ τῶν μοχθηρῶν αὐτοῦ μετέσχε διὰ τὴν συμφυΐαν, οὕτω καὶ τῶν τερπνῶν ἑαυτῆς μεταδίδωσιν, ὅλον εἰς ἑαυτὴν ἀναλώσασα, καὶ γενομένη σὺν τούτῳ ἑν καὶ πνεῦμα καὶ νοῦς καὶ θεός, καταποθέντος ὑπὸ τῆς ζωῆς τοῦ θνητοῦ τε καὶ ῥέοντος. Ἄκουε γοῦν οἷα περὶ συμπήξεως ὀστῶν τε καὶ νεύρων φιλοσοφεῖται τῷ θείῳ Ἰεζεκιήλ, ὅσα μετ᾿ ἐκεῖνον τῷ θείῳ Παύλῳ περὶ σκηνώματος ἐπιγείου καὶ οἰκίας ἀχειροποιήτου, τοῦ μὲν καταλυθησομένου, τῆς δὲ ἀποκειμένης ἐν οὐρανοῖς· καὶ τὴν μὲν ἀπὸ τοῦ σώματος ἐκδημίαν ἐνδημίαν πρὸς τὸν Κύριον εἶναι φάσκοντος, τὴν δὲ σὺν τούτῳ ζωὴν ὡς ἐκδημίαν ὀδυρομένου, καὶ διὰ τοῦτο ποθοῦντος καὶ σπεύδοντος τὴν ἀνάλυσιν. Τί μικροψυχῶ περὶ τὰς ἐλπίδας; τί γίνομαι πρόσκαιρος; Ἀναμένω τὴν τοῦ ἀρχαγγέλου φωνήν, τὴν ἐσχάτην σάλπιγγα, τὸν οὐρανοῦ μετασχηματισμόν, τὴν γῆς μεταποίησιν, τὴν τῶν στοιχείων ἐλευθερίαν, τὴν κόσμου παντὸς ἀνακαίνισιν. Τότε Καισάριον αὐτὸν ὄψομαι, μηκέτι ἐκδημοῦντα, μηκέτι φερόμενον, μηκέτι πενθούμενον, μηκέτ᾿ ἐλεούμενον, λαμπρόν, ἔνδοξον, ὑψηλόν, οἷός μοι καὶ κατ᾿ ὄναρ ὤφθης πολλάκις, ὦ φίλτατε ἀδελφῶν ἐμοὶ καὶ φιλαδελφότατε, εἴτε τοῦ βούλεσθαι τοῦτο ἀνατυποῦντος, εἴτε τῆς ἀληθείας. Νυνὶ δὴ ἀφεὶς τοὺς θρήνους εἰς ἐμαυτὸν βλέψω, μή τι θρήνων ἄξιον λάθω φέρων, καὶ τὰ ἐμαυτοῦ περισκέψομαι. Υἱοὶ ἀνθρώπων (μέτεισι γὰρ πρὸς ὑμᾶς ὁ λόγο)ς, ἕως πότε βαρυκάρδιοι καὶ παχεῖς τὴν διάνοιαν; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος, μέγα τι τὸν ἐνταῦθα βίον καὶ τὰς ὀλίγας ταύτας ἡμέρας πολλὰς ὑπολαμβάνοντες, καὶ τὴν διάζευξιν ταύτην, τὴν ἀσπαστὴν καὶ ἡδεῖαν, ὡς δή τι βαρὺ καὶ φρικῶδες ἀποστρεφόμενοι; Οὐ γνωσόμεθα ἡμᾶς αὐτούς; οὐ τὰ φαινόμενα ῥίψομεν; οὐ πρὸς τὰ νοούμενα βλέψομεν; Οὐκ, εἴ τι καὶ λυπεῖσθαι χρή, τοὐναντίον ἀνιασόμεθα τῇ παροικίᾳ μηκυνομένῃ, κατὰ τὸν θεῖον Δαβίδ, σκηνώματα σκοτασμοῦ καὶ τόπον κακώσεως καὶ ἰλὺν βυθοῦ καὶ σκιὰν θανάτου τὰ τῇδε ἀποκαλοῦντα, ὅτι βραδύνομεν ἐν τοῖς τάφοις οἷς περιφέρομεν, ὅτι ὡς ἄνθρωποι ἀποθνήσκομεν τὸν τῆς ἁμαρτίας θάνατον, θεοὶ γεγονότες; Τοῦτον ἐγὼ φοβοῦμαι τὸν φόβον, τούτῳ καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν σύνειμι, καὶ οὐκ ἐᾷ με ἀναπνεῖν ἡ ἐκεῖθεν δόξα καὶ τὰ ἐκεῖσε δικαιωτήρια· ὧν τῆς μὲν ἐφίεμαι, μέχρι καὶ τοῦ δύνασθαι λέγειν· Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, τὰ δὲ φρίττω καὶ ἀποστρέφομαι. Ἐκεῖνο δὲ οὐ δέδοικα, μή μοι τὸ σῶμα τοῦτο διαρρυὲν καὶ διαφθαρὲν παντελῶς οἰχήσεται, ἀλλὰ μὴ τὸ τοῦ Θεοῦ πλάσμα τὸ ἔνδοξον, ἔνδοξον γὰρ κατορθοῦν, ὥσπερ ἄτιμον ἁμαρτάνον, ἐν ᾧ λόγος, νόμος, ἐλπίς, τὴν αὐτὴν τοῖς ἀλόγοις ἀτιμίαν κατακριθῇ, καὶ μηδὲν πλέον ᾖ μετὰ τὴν διάζευξιν· ὡς ὄφελόν γε τοῖς πονηροῖς καὶ τοῦ ἐκεῖθεν πυρὸς ἀξίοις. Εἴθε νεκρώσαιμι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· εἴθε πάντα τῷ πνεύματι δαπανήσαιμι, τὴν στενὴν καὶ ὀλίγοις βατὴν ὁδεύσας, μὴ τὴν πλατεῖαν καὶ ἄνετον· ὡς τά γε μετὰ τοῦτο λαμπρὰ καὶ μεγάλα, καὶ μείζων ἢ κατὰ τὴν ἀξίαν ἐλπίς. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Τί τὸ καινὸν τοῦτο περὶ ἐμὲ μυστήριον; Μικρός εἰμι καὶ μέγας, ταπεινὸς καὶ ὑψηλός, θνητὸς καὶ ἀθάνατος, ἐπίγειος καὶ οὐράνιος· ἐκεῖνα μετὰ τοῦ κάτω κόσμου, ταῦτα μετὰ τοῦ Θεοῦ· ἐκεῖνα μετὰ τῆς σαρκός, ταῦτα μετὰ τοῦ πνεύματος. Χριστῷ συνταφῆναί με δεῖ, Χριστῷ συναναστῆναι, συγκληρονομῆσαι Χριστῷ, υἱὸν γενέσθαι Θεοῦ, θεὸν αὐτόν. Ὁρᾶτε ποῖ προιὼν ἀνήγαγεν ἡμᾶς ὁ λόγος. Μικροῦ καὶ χάριν ὁμολογῶ τῷ πάθει, ᾧ τοιαῦτα ἐφιλοσόφησα, καὶ δι᾿ ὃ μᾶλλον ἐραστὴς ἐγενόμην τῆς ἐνθένδε ἀπαναστάσεως. Τοῦτο ἡμῖν τὸ μέγα μυστήριον βούλεται· τοῦτο ἡμῖν ὁ ἐνανθρωπήσας δι᾿ ἡμᾶς καὶ πτωχεύσας Θεός, ἵνα ἀναστήσῃ τὴν σάρκα καὶ ἀνασώσηται τὴν εἰκόνα καὶ ἀναπλάσῃ τὸν ἄνθρωπον, ἵνα γενώμεθα οἱ πάντες ἑν ἐν Χριστῷ, γενομένῳ τὰ πάντα ἐν πᾶσιν ἡμῖν τελείως ὅσαπέρ ἐστιν αὐτός, ἵνα μηκέτι ὦμεν ἄρρεν καὶ θῆλυ, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, τὰ τῆς σαρκὸς γνωρίσματα, μόνον δὲ φέρωμεν ἐν ἡμῖν αὐτοῖς τὸν θεῖον χαρακτῆρα, παρ᾿ οὗ καὶ εἰς ὃν γεγόναμεν, τοσοῦτον ἀπ᾿ αὐτοῦ μορφωθέντες καὶ τυπωθέντες ὥστε καὶ ἀπὸ μόνου γινώσκεσθαι. Καὶ εἴημέν γε ὅπερ ἐλπίζομεν, κατὰ τὴν μεγάλην Θεοῦ τοῦ μεγαλοδώρου φιλανθρωπίαν, ὃς μικρὰ αἰτῶν μεγάλα χαρίζεται νῦν τε καὶ εἰς τὸν ἔπειτα χρόνον τοῖς γνησίως αὐτὸν ἀγαπῶσι· πάντα στέγοντες, πάντα ὑπομένοντες διὰ τὴν εἰς αὐτὸν ἀγάπην τε καὶ ἐλπίδα, ἐπὶ πᾶσιν εὐχαριστοῦντες, δεξιοῖς τε ὁμοίως καὶ ἀριστεροῖς, ἡδέσι λέγω καὶ ἀνιαροῖς, ἐπειδὴ καὶ ταῦτα σωτηρίας ὅπλα πολλάκις οἶδεν ὁ λόγος, αὐτῷ παρακατατιθέμενοι τὰς ἡμετέρας ψυχάς, τὰς τῶν προκαταλυόντων, ὥσπερ ἐν ὁδῷ κοινῇ τῶν ἑτοιμοτέρων· ὃ δὴ καὶ αὐτοὶ ποιήσαντες, ἐνταῦθα τοῦ λόγου λήξωμεν, ἀλλὰ καὶ ὑμεῖς τῶν δακρύων, ἐπὶ τὸν τάφον ἤδη σπεύδοντες τὸν ὑμέτερον, ὃν δῶρον παρ᾿ ὑμῶν ἔχει Καισάριος λυπηρόν τε καὶ μόνιμον, γονεῦσι μὲν ἑτοιμασθέντα καὶ γήρᾳ κατὰ καιρόν, παιδὶ δὲ καὶ νεότητι δωρηθέντα παρὰ τὸ εἰκός, καὶ οὐκ ἀπεικὸς τῷ διέποντι τὰ ἡμέτερα. Ὦ δέσποτα πάντων καὶ ποιητὰ καὶ διαφερόντως τοῦδε τοῦ πλάσματος, ὦ Θεὲ τῶν σῶν ἀνθρώπων καὶ πάτερ καὶ κυβερνῆτα, ὦ ζωῆς καὶ θανάτου κύριε, ὦ ψυχῶν ἡμετέρων ταμία καὶ εὐεργέτα, ὦ ποιῶν τὰ πάντα καὶ μετασκευάζων τῷ τεχνίτῃ Λόγῳ κατὰ καιρὸν καὶ ὡς αὐτὸς ἐπίστασαι τῷ βάθει τῆς σῆς σοφίας καὶ διοικήσεως, νῦν μὲν δέχοιο Καισάριον ἀπαρχὴν τῆς ἡμετέρας ἀποδημίας· εἰ δὲ τὸν τελευταῖον πρῶτον, συγχωροῦμεν τοῖς σοῖς λόγοις, οἷς τὸ πᾶν φέρεται· δέχοιο δὲ καὶ ἡμᾶς ὕστερον ἐν καιρῷ εὐθέτῳ, οἰκονομήσας ἐν τῇ σαρκὶ ἐφ᾿ ὅσον ἂν ᾖ συμφέρον· καὶ δέχοιό γε διὰ τὸν σὸν φόβον ἑτοιμασθέντας, καὶ οὐ ταρασσομένους, οὐδὲ ὑποχωροῦντας ἐν ἡμέρᾳ τῇ τελευταίᾳ, καὶ βίᾳ τῶν ἐντεῦθεν ἀποσπωμένους, ὃ τῶν φιλοκόσμων ψυχῶν πάθος καὶ φιλοσάρκων, ἀλλὰ προθύμως πρὸς τὴν αὐτόθεν ζωὴν τὴν μακραίωνά τε καὶ μακαρίαν, τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου