Τετάρτη 28 Σεπτεμβρίου 2016

Εὐχὴ τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου


Ὁ ἀγαθὸς καὶ φιλάνθρωπος Θεός,
ἐλέησον ἡμᾶς.
Ὁ πλούσιος ἐν ἐλέει
καὶ ὁ ἀγαθὸς ἐν οἰκτιρμοῖς,
ἐλέησον ἡμᾶς.
Ὁ τέλειος καὶ ἀθάνατος νοῦς,
ἐλέησον ἡμᾶς.
Ὁ ἀκοίμητος ὀφθαλμὸς καὶ ἀπερινόητος,
ἐλέησον ἡμᾶς.
Ὁ πρὸ ἑωσφόρου γεννηθεὶς Κύριος καὶ Θεός,
ἐλέησον ἡμᾶς.
Ὁ δημιουργὸς καὶ Κτίστης ἁπάντων τῶν ὄντων,
Ἰησοῦ Χριστέ,
ἐλέησον ἡμᾶς.
Ὁ τὴν ψυχὴν θήσας
καὶ τὸ σῶμα βουλήσει τοῦ Πατρός,
ἐλέησον ἡμᾶς.
Ὁ τὴν εὐδιάκριτον ὕλην σχηματίσας
καὶ τὸν κόσμον συστήσας,
ἐλέησον ἡμᾶς.

Ὁ τὸν οὐρανὸν ἐκτείνας
καὶ τοῖς ἄστροις κατακοσμήσας,
ἐλέησον ἡμᾶς.
Ὁ τὴν γῆν θεμελιώσας
καὶ ἄνθεσι χλοεροῖς καὶ εὐκόσμοις κατακοσμήσας,
ἐλέησον ἡμᾶς.
Ὁ τὰς ἀβύσσους κατακλείσας
καὶ τὴν θάλασσαν τειχίσας τῷ Σῷ προστάγματι,
ἐλέησον ἡμᾶς.
Ὁ τετράποδα ζῶα, ἑρπετά τε
καὶ πετεινὰ πτερωτὰ ποιήσας,
ἐλέησον ἡμᾶς.
Ὁ τὰ κήτη ποιήσας
καὶ τοὺς ἰχθύας προστάξας,
ἐλέησον ἡμᾶς.
Ὁ πέτρας θεμελιώσας ἐν τοῖς ὕδασι
καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς δράσας ἐν ὑψηλοῖς,
ἐλέησον ἡμᾶς.
Ὁ τὸν ἥλιον καὶ τὴν σελήνην θεμελιώσας,
ὁ μόνος Ποιητὴς τῶν ἁπάντων καὶ Κύριος,
ἐλέησον ἡμᾶς.
Ὁ τὸν ἄνθρωπον ἰδίαις χερσὶ πλάσας
καὶ κατάρχειν τούτων ἁπάντων προστάξας,
ἐλέησον ἡμᾶς.
Ὁ καιροὺς καὶ χρόνους καὶ μῆνας
καὶ ἡμερῶν  καὶ νυκτῶν μέτρα θέμενος,
ἐλέησον ἡμᾶς.
Ἡ πανσωστικὴ αἰτία καὶ ἡνίοχος ἁπάντων,
ἐλέησον ἡμᾶς.
Ὁ ἐπιτιμῶν τοῖς ἀνέμοις
καὶ νεύματι τὴν γῆν σαλεύων,
ἐλέησον ἡμᾶς.
Ὁ πῦρ καὶ κρύσταλλον θησαυρίσας,
ἐλέησον ἡμᾶς.
Ὁ τὴν γῆν ὑετίζων καὶ πηγὰς ἐκβλύζων
καὶ ποταμοὺς ῥυθμίζων,
ἐλέησον ἡμᾶς.
Ὁ τὰ ὄρη καὶ βουνοὺς Παλαιῶν,
ὁ τὴν θάλασσαν μαινομένην κατευνάζων,
ἐλέησον ἡμᾶς.
Ὁ τὰ πάντα ἐν ῥοπῇ ζυγῷ σταθμίσας,
ἐλέησον ἡμᾶς.
Ὁ τὰ ὄντα καταρτίσας ἐκ τῶν μὴ ὄντων
βουλήσει τοῦ Πατρός, μόνε Δημιουργέ,
ἐλέησον ἡμᾶς.
Ὁ τὸν διάβολον ἐκτρίψας
καὶ σειραῖς ταρτάρου ζόφοις παραδώσας,
ἐλέησον ἡμᾶς.
Ὁ διὰ τὴν αὐτοῦ ὑπερηφανίαν τοῦτον τῶν οὐρανίων ἀσπίδων ἀποσπινθηρίσας καὶ εἰς τέλεον ἐξαφανίσας, ἐλέησον ἡμᾶς.
Ὁ τὴν πανουργίαν τοῦ ὄφεως χειρωσάμενος,
ἐλέησον ἡμᾶς.
Ὁ τῷ Ἀδὰμ συμπαθήσας
κατὰ τὴν ἄφατόν σου φιλανθρωπίαν,
ἐλέησον ἡμᾶς.
Ὁ τῷ Ἄβελ συναθλήσας καὶ τὸν Νῶε κυβερνήσας, ἐλέησον ἡμᾶς.
Ὁ τὸν Ἀβραὰμ ὁδηγήσας καὶ δι' αὐτοῦ πατριάρχας ἡμῖν χαρισάμενος,
ἐλέησον ἡμᾶς.
Ὁ τῷ Ἰσαὰκ συνδεθεὶς καὶ τῷ Ἰακὼβ συγξενιτεύσας, ἐλέησον ἡμᾶς.
Ὁ τῷ Ἰωσὴφ συμπραθεὶς
καὶ τῷ Μωυσεῖ συστρατηγήσας,
ἐλέησον ἡμᾶς.
Ὁ τὸν Ἰσραὴλ νομοθετήσας καὶ αὐτὸν κληροδοτήσας,
ἐλέησον ἡμᾶς.
Ὁ ἐκ Παρθένου σαρκωθεὶς καθὼς αὐτὸς εὐδόκησας,
ἐλέησον ἡμᾶς.
Ὁ ἐν Βηθλεὲμ ἄνθρωπος γεννηθεὶς ἐκ τῆς Παρθένου καὶ μετὰ τόκον ἄφθορον φυλάξας τὴν Παρθένον, ἐλέησον ἡμᾶς.
Ὁ ἐν φάτνῃ σπάργανα λαβὼν καὶ ἀνακλιθεὶς
καὶ ὑπὸ ἀλόγων γνωρισθεὶς Κύριος καὶ Θεός,
ἐλέησον ἡμᾶς.
Ὁ ὑπ' ἀγγέλων ὑμνούμενος καὶ δοξασθεὶς ἐπὶ γῆς
καὶ ὑπὸ ποιμένων γνωρισθείς,
ἐλέησον ἡμᾶς.
Ὁ ὑπ' ἀστέρος μηνυθεὶς
καὶ ὑπὸ μάγων προσκυνηθείς,
ἐλέησον ἡμᾶς.
Ὁ ἀπὸ Ἡρῴδου ἀποδράσας ἐν Αἰγύπτῳ
καὶ τὰ χειροποίητα Αἰγύπτου συσσείσας
τῇ σῇ ἐπιδημίᾳ,
ἐλέησον ἡμᾶς.
Ὁ τὴν Ναζαρὲτ οἰκίσας καὶ φόρους τελέσας,
διὰ τὸ θέλειν σε αὐτὸ ὑπεῖναι,
ἐλέησον ἡμᾶς.
Ὁ ὑπὸ Ἰωάννου προκηρυχθεὶς
καὶ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὑπ' αὐτοῦ,
ἐλέησον ἡμᾶς.
Ὁ μαρτυρηθεὶς ὑπὸ ἀχράντου Πατρὸς
καὶ τὸ Ἅγιον Πνεῦμα πέμψαντος ἐπὶ σέ,
ἐλέησον ἡμᾶς.
Ὁ γνωρίσας ἡμῖν τὸ μυστήριον τῆς Ἁγίας καὶ Ὁμοουσίου Τριάδος, ἐλέησον ἡμᾶς.
Ὁ ἐν ἐρήμῳ πειρασθεὶς καὶ Κύριος καὶ Θεὸς εὑρεθεὶς καὶ ἐπιτιμήσας τῷ διαβόλῳ,
ἐλέησον ἡμᾶς.
Ὁ ἐν τῷ ναῷ προσενεχθεὶς
καὶ ὑπὸ τοῦ Συμεὼν ἐναγκαλισθείς,
ἐλέησον ἡμᾶς.
Ὁ ἐν τῷ ναῷ ὀφθεὶς καὶ ὑπὸ τοῦ λαοῦ ἀπιστηθείς,
ἐλέησον ἡμᾶς.
Ὁ τοὺς χωλοὺς θεραπεύσας
καὶ τοὺς λεπροὺς καθαρίσας,
ἐλέησον ἡμᾶς.
Ὁ τοὺς τυφλοὺς φωταγωγήσας
καὶ τοὺς νεκροὺς ἀναστήσας,
ἐλέησον ἡμᾶς.
Ὁ κόπον ὑπομείνας
καὶ τὸν παράλυτον ἰασάμενος λόγῳ,
ἐλέησον ἡμᾶς.
Ὁ δίψαν ὑπομείνας καὶ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών,
ἐλέησον ἡμᾶς.
Ὁ τὸν Λάζαρον κλαύσας καὶ τεταρταῖον νεκρὸν ἀναστήσας,
ἐλέησον ἡμᾶς.
Ὁ τοὺς ἀποστόλους συναθροίσας καὶ βασιλείας οὐρανῶν κληρονόμους ἀναδείξας,
ἐλέησον ἡμᾶς.
Ὁ ὑπὸ Ἰουδαίων συλληφθεὶς
καὶ ὑπὸ ἀρχιερέων παραδοθείς,
ἐλέησον ἡμᾶς.
Ὁ ὑπὸ Ἡρῴδου προαχθεὶς
καὶ ὑπὸ Πιλάτου ἀνακριθείς,
ἐλέησον ἡμᾶς.
Ὁ ἐν σταυρῷ σαρκὶ προσηλωθεὶς
καὶ ἐπὶ ξύλου αὐτοῦ κρεμασθείς,
ἐλέησον ἡμᾶς.
Ὁ τοῖς ἐν τῷ ᾅδῃ εὐαγγελισάμενος
καὶ τῇ τριημέρῳ Σου ἀναστάσει ἐκ νεκρῶν ἀναστάς,
ἐλέησον ἡμᾶς.
Ὁ ταῖς γυναιξὶ τὸ τῆς ἀναστάσεώς Σου μυστήριον φανερώσας καὶ τοῖς μαθηταῖς χαρὰν δώσας,
ἐλέησον ἡμᾶς.
Ὁ τοὺς ἀποστόλους πληροφορήσας
διὰ τύπων τῶν ἥλων καὶ τῆς πλευρᾶς,
ἐλέησον ἡμᾶς.
Ὁ συναυλισθεὶς τοῖς μαθηταῖς ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ εἰς οὐρανοὺς ἀναληφθείς,
ἐλέησον ἡμᾶς.
Ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος
καὶ Ἐρχόμενος πάλιν κρῖναι ζῶντας καὶ νεκρούς,
ἐλέησον ἡμᾶς.
Ὁ ἡνίοχος τῶν χερουβὶμ
καὶ ἐποχούμενος τοῖς σεραφίμ,
ἐλέησον ἡμᾶς.
Ὁ Ἀρχιστράτηγος τῶν ἀγγέλων
καὶ Βασιλεὺς τῶν αἰώνων,
ἐλέησον ἡμᾶς.
Ἡ ἀνάστασις τῶν τεθανατωμένων
καὶ σωτηρία τῶν ἀπολλυμένων,
ἐλέησον ἡμᾶς.
Ὁ ἥλιος τῆς δικαιοσύνης
καὶ ἡ ζωὴ τῶν ἀνθρώπων,
ἐλέησον ἡμᾶς.
Ὁδηγὲ τῶν πεπλανημένων
καὶ καταφυγὴ τῶν ἀπεγνωσμένων,
ἐλέησον ἡμᾶς.
Ὁ καλὸς Ποιμὴν τῶν προβάτων
καὶ Νυμφίος τῆς ἐκκλησίας,
ἐλέησον ἡμᾶς.
Θεὲ ἐκ Θεοῦ, Θεὲ ἀληθινὲ ἐκ Θεοῦ ἀληθινοῦ, μονογενῆ Υἱὲ τοῦ Πατρός, Κύριε Ἰησοῦ Χριστέ,
ὁ Σωτὴρ ὁ Σταυρωθεὶς ἐν σαρκὶ δι' ἡμᾶς,
ἐλέησον ἡμᾶς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου